Homiliae 2.13.1
Ἀνάγκη γὰρ πᾶσα, φύσει δίκαιον εἶναι λέγοντα τὸν Θεὸν καὶ τὰς ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι πιστεύειν. ἐπεὶ ποῦ τὸ δίκαιον αὐτοῦ, ὅπου τινὲς εὐσεβῶς βιώσαντες κακουχηθέντες ἐνίοτε βιαίως ἀνῃρέθησαν, ἔνιοι δὲ ἀσεβεῖς πάνυ γεγενημένοι, ἐν πολυτελείᾳ βίου τρυφήσαντες, τὸν κοινὸν ἀνθρώπων θάνατον ἐτελεύτησαν. ἐπεὶ οὖν χωρὶς πάσης ἀντιλογίας ὁ Θεὸς ἀγαθὸς ὢν καὶ δίκαιός ἐστιν, οὐκ ἄλλως δὲ δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος ἀθάνατος ᾖ, ἵνα μὲν ὁ κακὸς ἐν ᾅδῃ γενόμενος, ὡς ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτεν κολασθῇ, ὁ δὲ ἀγαθὸς ἐνταῦθα περὶ ὧν ἥμαρτεν κολασθεὶς, ἐκεῖ ὡς ἐν κόλποις δι καίων, ἀγαθῶν κληρονόμος καταστῇ·
「神が本性上正しい方であると言う者は、必然的に、人間の魂が不死であると信じなければならない。というのも、敬虔に生きた者たちが、時に虐げられて暴力によって殺され、他方、まったく不敬虔であった者たちが、贅沢な暮らしを享受して、人間共通の死をもって生涯を終える——このようなところに、神の正義が一体どこにあろうか。それゆえ、いかなる異論もなく、神は善き方であり、また正しい方であるが、肉体からの分離の後にも魂が不死でなければ、その方が正しいと知られることは、他の仕方ではありえない。すなわち、悪しき者はハデスに至って、ここで善きものを享受した分だけ、そこで自分の犯した罪について罰せられ、善き者はここで自分の犯した罪について罰せられた分だけ、そこで正しい者たちの懐にいるかのように、善きものの相続者となるためである。」
Homiliae 2.13.2
ὅτι τοίνυν ὁ Θεὸς δίκαιος, πρόδηλον ἡμῖν ἐστιν ὅτι καὶ κρίσις γίνεται καὶ ψυχαὶ ἀθάνατοι τυγχάνεσιν.
「それゆえ、神が正しい方であるということから、裁きが行われ、また魂が不死であるということは、我々にとって明らかなのである。」