Homiliae 16.10.1
Καὶ ὁ Πέτρος ἔφη· οὐ πλανῶσιν, ἀλλ᾽ ἐλέγχουσιν, καὶ εἰς φανερὸν ἄγουσιν τὴν ἐν ἑκάστῳ κατὰ τοῦ Θεοῦ ἐνδομυχοῦσαν ὥσπερ ὄφεως κακὴν προαίρεσιν. πολλοῖς γὰρ καὶ διαφόροις τύποις ἐοικυῖαι πρόκεινται. ἕκαστος οὖν κηρῷ ἐοικυῖαν τὴν αὑτοῦ προαίρεσιν ἔχων, περιβλεψάμενος αὐτὰς καὶ πάντα εὑρὼν ἐν αὐταῖς, ὁποῖον Θεὸν εἶναι λέγει, τὴν ὡς ἔφην κηρῷ ἐοικυῖαν προαίρεσιν ἐπιβαλὼν ἀπομάσσεται. ἐπεὶ οὖν ὅ τι ἄν βούλεταί τις περὶ Θεοῦ φρονεῖν, ἐν αὐταῖς εὑρίσκει, τούτου χάριν ὁ μὲν πολλῶν θεῶν εἰδέας ἀπομάσσεται ἀπ᾽ αὐτῶν, καὶ ἡμεῖς τὴν τοῦ ὄντος ἀπεμαξάμεθα εἰδέαν, ἐκ τῆς ἡμετέρας μορφῆς τὸν ἀληθῆ ἐπιγνόντες τύπον. ἀλλὰ καὶ ἡ ἔνδοθεν ἡμῶν ψυχὴ τὴν αὐτοῦ εἰκόνα πρὸς ἀθανασίαν ἠμφίεσται. ταύτης τὸν γεννήτορα ἐὰν καταλίπω, δικαίᾳ κρίσει καὶ αὐτή με καταλιπεῖν ἔχει, αὐτῷ τολμήματι γνωρίσασα ἄδικον, καὶ ὡς ἀπὸ δικαίου δικαίως καταλείψει με καὶ οὕτως τὴν ψυχὴν μετὰ κόλασιν, τῆς ἀπ᾽ αὐτῆς ἀπολειφθεὶς βοηθείας, φθαρήσομαι·
するとペトロは言った。「惑わしているのではなく、糺しているのだ。そして、各人のうちに蛇のように潜み隠れている、神に逆らう悪しき意向を、明るみに引き出しているのだ。聖書は、多くの、さまざまな型に似せて据えられているからである。だから各人は、蝋に似た自分自身の意向を持ち、聖書を見渡し、そのうちにすべてを見出して、自分がどのような神であると言おうとするにせよ、先ほど言った、蝋に似たその意向を押し当てて、型を取るのだ。だから、人が神について思おうとすることは何であれ、聖書の中に見出されるのであり、それゆえ、ある者はそこから多くの神々の姿を型取り、我々は、まことに在る方の姿を型取った。我々自身の姿から、真の型を知ったのである。そしてまた、我々のうちにある魂も、不死へと向けて、この方の似姿をまとっているのだ。もし私がこの魂の生みの親を見捨てるなら、正しい裁きによって、魂もまた私を見捨てるだろう。魂は、この不正な企てを知って、正しい方から出た者として、正しく私を見捨てるだろう。そしてそのようにして、罰を受けた後、魂の助けを失った私は、朽ち果てるだろう。」
Homiliae 16.10.2
εἰ δὲ ἔστιν ἕτερος, πρῶτον ἐνδυσάτω ἑτέραν εἰδέαν, ἑτέραν μορφήν, διὰ τῆς τοῦ σώματος καινῆς μορφῆς τὸν καινὸν ἐπιγνῶν Θεόν. εἰ δὲ καὶ τὴν μορφὴν ἀλλάξῃ, μή τι καὶ τῆς ψηχῆς τὴν οὐσίαν; εἰ δὲ καὶ ἀλλάξῃ, οὐκ ἔτι ἐγώ εἰμι, ἄλλος γενόμενος καὶ μορφῇ καὶ οὐσίᾳ. ἄλλους οὖν πλαττέτω, εἰ ἄλλος ἐστίν. οὐκ ἔστιν δέ. εἰ δὲ ἦν, ἔπλασεν ἄν. ἐπεὶ οὖν οὐκ ἔπλασεν, ὡς οὐκ ὢν τὸν ὄντα τῷ ὄντι καταλιπέτω. οὐδεὶς γάρ ἐστιν, ἢ μόνῃ γνώμῃ Σίμωνος. ἐγὼ ἄλλον Θεὸν οὐ παραδέχομαι, πλὴν τὸν κτίσαντά με μόνον.
「だがもし他の神がいるなら、まずその神は別の姿、別の形をまとわせるがよい。身体の新しい形によって、新しい神を知らしめるために。だがもし形を変えるとしても、まさか魂の実体まで変えるだろうか。もし変えるというなら、私はもはや私ではなく、形においても実体においても別の者になってしまう。だからもし他の神がいるなら、他の人間を造るがよい。だが、そのような神はいない。もしいたなら、造っていただろう。だから、造らなかった以上、在らぬ者として、在る方を、在る方に委ねるがよい。誰もいないのだ、シモンの考えの中にだけあるのを除いては。私は、私を創造された方の他には、他のいかなる神も受け入れない。」