Homiliae 3.61.1
Εἰ δέ τις τῶν παρεστώτων, διοικεῖν δυνάμενος τὴν ἀγνωμοσύνην τῶν ἀνθρώπων, ὑποστέλλεται, τῆς αὑτοῦ ἀναπαύσεως φροντίζων μόνης, καὶ αὐτὸς προσδοκάτω ἀκοῦσαι·
「もしここに居合わせる者のうち誰かが、人々の無分別を治めることができるにもかかわらず、ただ自分自身の安逸だけを気にかけて身を引くならば、その者もまた、こう聞くことを覚悟すべきである。」
Homiliae 3.61.2
δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἔδει σε τὸ ἀργύριόν μου προβαλεῖν ἐπὶ τῶν τραπεζιτῶν, καὶ ἐγὼ ἂν ἐλθὼν ἔπραξα τὸ ἐμόν·
『悪しき怠惰な僕よ、お前は私の銀を両替商たちのところに出しておくべきであった。そうすれば私が来て、自分のものを取り立てることができたのに。』
Homiliae 3.61.3
ἐκβάλετε τὸν ἀχρεῖον δοῦλον εἰς τὸ σκότος τὸ ἐξώτερον. καὶ εὐλόγως. σοῦ γάρ, φησίν, ἄνθρωπου, τοὺς λόγους μου ὡς ἀργύριον ἐπὶ τραπεζιτῶν καὶ ὡς χρήματα δοκιμάσαι. τὸ οὖν πλῆθος τῶν πιστῶν δεῖ ἑνί τινι πείθεσθαι, ἵνα οὕτως ἐν ὁμονοίᾳ διατελεῖν δυνηθῇ. τὸ γὰρ εἰς ἀρχὴν μιᾶς λῆγον ἐξουσίας, μοναρχίας εἰκόνι, τοὺς ὑπείκοντας αἰτίᾳ εὐταξίας εἰρήνης ἀπολαύειν τίθησιν·
『役立たずの僕を外の闇へ追い出せ。』「これは理にかなったことである。というのは、と彼は言う、人よ、私の言葉を、両替商のもとで銀を吟味するように、また金銭のように吟味することは、お前の務めなのだから。それゆえ、信徒の群れは唯一の者に従わなければならない。そうすることによってのみ、一致のうちにとどまることができるからである。というのも、単独支配の似姿として、一つの権威のもとに帰する秩序は、それに従う者たちに、良き秩序のゆえに平和を享受させるからである。」
Homiliae 3.61.4
τὸ δὲ πάντας φιλαρχοῦντας ἑνὶ μόνῳ ὑπεῖξαι μὴ θέλειν, καὶ αἰτίᾳ διαιρέσεως πάντως καὶ πεσεῖν ἔχουσιν.
「これに対して、すべての者が支配欲に駆られてただ一人に従うことを望まないならば、分裂のゆえに、必ず倒れることになるであろう。」