Homiliae 1.17.1
Ἐγὼ ἐξεθέμην τὴν ἐξ ἀρχῆς μου προαίρεσιν, καὶ ὡς εἰς ζητήσεις ἀπόρους ἐκενώθην, καὶ πάντα ὅσα σοι τὴν ἀρχὴν προεδήλωσα, ὡς ἵνα μὴ τὰ αὐτὰ πάλιν γράφω. ἔλεγον δέ· σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν· τοῦτο γὰρ οὐκ οἶδ᾽ ὅπως χαίρων θέλω·
私は、自分が最初から抱いていた志と、いかに解決しがたい探求のうちに身をすり減らしたか、そしてお前に初めにすでに語っておいたすべてのことを述べた。それは同じことを再び書かないためである。そして私は言った。「お前と共に行く用意はできている。これを望むことを、私はどういうわけか喜ばしく思うのだ。」
Homiliae 1.17.2
πλὴν περὶ ἀληθείας πρῶτον πληροφορηθῆναι θέλω, ἵνα γνῶ, εἰ ψυχὴ θνητὴ τυγχάνει, εἰ ἀθάνατός ἐστιν, καὶ ἀΐδιος οὐσα περὶ ὧν ἔπραξεν ἐνταῦθα ἔχει κριθῆναι· καὶ εἰ, τί ποτέ ἐστι δίκαιον ἢ ἀρέσκον Θεῷ· καὶ εἰ γέγονε κόσμος, καὶ διὰ τί γέγονε·
「だが、まず真理について確信を得たいと望んでいる。魂が死すべきものであるのか、不死であるのか、そして永遠であるならば、ここで行ったことについて裁かれることになるのかどうかを知りたい。また、そもそも何が正しく、神に喜ばれることであるのか。また、世界は生じたのか、生じたとすればなぜ生じたのか。」
Homiliae 1.17.3
καὶ εἰ οὐ λυθήσεται, καὶ εἰ λυθήσεται· καὶ εἰ κρείττων ἔσται, ἢ οὐδὲ ἔσται· καὶ ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, ταῦτα καὶ τὰ τούτοις οὑπόμενα μαθεῖν εἶπον θέλειν. ὁ δὲ πρὸς ταῦτα ἀπεκρίνατο συντόμως σοι, ὦ Κλήμης, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι· καὶ τὰ νῦν ἐξ αὐτῆς ἄκουσον.
「また、世界は解体されないのか、解体されるのか。解体されるならば、より善いものとなるのか、それともまったく無くなってしまうのか。ひとつひとつを挙げていけばきりがないので、これらのことと、これに続くことを学びたいと望んでいる」と私は言った。彼はこれに対してこう答えた。「クレメンスよ、私は手短に、お前に存在するものについての知識を与えよう。さあ、今すぐそれを聞くがよい。」