作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia IV, Caput VIII 第IV講話 第VIII章

Anonymous · Homiliae · 5 sectiones

Homiliae 4.8.1

1

Ἐγὼ ἀπεκρινάμην· τὴν μὲν πρὸς ἐμέ σου ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, τὴν δὲ ἀγνωσίαν ἀποσείομαι. ἡ μὲν γὰρ προαίρεσις ἀγαθή, ὅτι, ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναί με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα φιλίας προφάσει ἐνεδρεύειν ἀγωνίζεται. καὶ ὁ Ἀππίων ἔφη·

私は答えた。「お前が私に対して抱く好意ある心づもりは受け入れる。だが、その無知は退けよう。というのも、その心づもりが善いのは、お前が善いと思うところに私がいることを望んでいるからである。だが、その知識は正しさを欠いており、友情を口実にして待ち伏せしようと躍起になっているのだ。」するとアッピオンは言った。

Homiliae 4.8.2

2

ἀγνωσία σοι εἶναι δοκεῖ, τὰ πάτρια ἔθη φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κᾀγὼ σεβεῖν προαιρούμενον οὐ πάντως φυλάσσειν ἀπεκρινάμην·

「父祖伝来の習わしを守り、ギリシア人の考えを保つことが、お前には無知だと思われるのか。」そこで私は、敬うことを選ぶ者は必ずしもすべてを守るわけではないと答えた——

Homiliae 4.8.3

3

τὸν εὐδεῖ τὰ πάτρια, ἀλλὰ φυλάσσειν μὲν ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ ἐὰν ἀσεβῆ τυγχάνῃ. ἐνδέχεται γάρ τινα πατρὸς ἀσεβοῦς ὄντα, εὐσεβεῖν βουλόμενον, μὴ θέλειν τῷ τοῦ πατρὸς ἀκολουθεῖν. καὶ ὁ μὲν Ἀππίων ἀπεκρίνατο·

父祖伝来のものであっても、それが敬虔であるならば守り、不敬虔であるならば退けるべきである。なぜなら、不敬虔な父を持ちながら敬虔でありたいと願う者が、父の言うことに従いたくないと思うこともあり得るからである。するとアッピオンは答えた。

Homiliae 4.8.4

4

τί οὖν; τὸν σὸν πατέρα ἔφης κακοῦ βίου γεγονέναι; κἀγὼ ἔφην· κακροῦ μὲν οὐκ ἦν βίου, κακῆς δὲ ὑπολήψεως. καὶ ὁ Ἀππίων. τίς ἦν ἡ κακὴ αὐτοῦ ὑπόνοια ἀκοῦσαι θέλω. κἀγὼ ἔφην· ὅτι τοῖς τῶν Ἑλλήνων ψευδέσιν καὶ κακοῖς ἐπίστευε μύθοις. καὶ ὁ Ἀππίων ἐπύθετο·

「それでは、お前は自分の父が悪しき生き方をしていたと言うのか。」私は言った。「悪しき生き方であったのではなく、悪しき考えであった。」するとアッピオンは言った。「その悪しき考えとは何であったのか、聞きたいものだ。」私は言った。「ギリシア人の偽りにして悪しき神話を信じていたということだ。」するとアッピオンは尋ねた。

Homiliae 4.8.5

5

τίνες εἰσὶν οὗτοι τῶν Ἑλλήνων οἱ ψευδεῖς καὶ κακοὶ μῦθοι; κἀγὼ ἔφην· ἡ περὶ θεῶν οὐκ ὀρθὴ δόκησις, ἥν ἐὰν μακροθυμῇς, ἀκούσῃ μετὰ τῶν φιλομαθῶν.

「そのギリシア人の偽りにして悪しき神話とは、いったい何なのか。」私は言った。「神々についての正しからぬ考えのことだ。お前が辛抱強く待つならば、学びを愛する者たちとともに聞くことになるだろう。」