Homiliae 5.14.1
Μνημοσύνην, αὐτὸς εἰκασθεὶς ποιμένι, Μουσῶν ἀποφαίνει μητέρα· Σεμέλην τὴν Κάδμου πυρσεύων γαμεῖ, ἐξ ἧς Διόνυσον τελεῖ.
「『ムネモシュネには、羊飼いの姿に似せて、ムーサイの母とした。カドモスの娘セメレには、火をもって娶り、彼女からディオニュソスを成し遂げた。』」
Homiliae 5.14.2
Περσεφόνην αὐτὸς ἐκνυμφεύει τὴν θυγατέρα, αὐτὸς ὁμοιωθεὶς δράκοντι, καὶ τῇ γυναικὶ τοῦ ἀδελφοῦ αὑτοῦ Πλούτωνος εἶναι νομισθείσῃ. καὶ ἄλλαις πολλαῖς καὶ δίχα μεταμορφώσεως μίγνυται, ζῆλον τῶν ἀνδρῶν οὐκ ἐχόντων ὡς ἐφ᾽ ἁμαρτίᾳ, ἀλλ᾽ εὖ εἰδότων ὅτι ἀφθόνως ταῖς γυναιξὶν αὐτῶν κοινωνῶν γεννᾷ, χαριζόμενος αὐτοῖς Ἑρμεῖς, Ἀπόλλωνας, Διονύσους, Ἐνδυμίωνας καὶ ὅσους ἄλλους εἰρήκαμεν, ἐκ μίξεως αὐτοῦ κάλλει διαπρεπεστάτους.
「『ペルセフォネという自分の娘そのものを、みずから娶った——蛇の姿となって——しかも、自分の兄弟プルトンの妻と見なされていた女に。そのほか多くの女たちとも、姿を変えることなく交わった。男たちが嫉妬しないのは、それを罪として見ているからではなく、彼が惜しみなく自分たちの妻と交わって子をなすことをよく知っているからであり、彼らに、ヘルメスたち、アポロンたち、ディオニュソスたち、エンデュミオンたち、そのほか我々が述べた者たちを——彼との交わりから生まれた、この上なく美しい者たちを——恵み与えているのである。』」