作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia X, Caput IX 第X講話 第IX章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 10.9.1

1

Ὥ τῶν ταλαιπώρων ἀνθρώπων φρένες, νεκρῶν νεκρότερα δεδιότων· οὐδὲ γὰρ νεκρὰ αὐτὰ λέγειν δύναμαι, τὰ μηδέποτε ζήσαντα, ἐκτὸς εἰ μὴ τάφοι ἀρχαίων ἀνθρώπων εἰσίν. ἐνίοτε γὰρ ἐπιβάς τις ἀγνώστοις τόποις οὐκ οἶδεν, οὕς ὁρᾷ ναούς, πότερόν ποτε νεκρῶν ἀνδρῶν μνήματά ἐστιν, ἢ τῶν λεγομένων θεῶν·

「ああ、哀れな人間たちの分別よ、死者よりも死んだものを恐れているとは。いや、それらを死んだものとすら私は呼べない、決して生きたことのないものたちだからである——古代の人々の墓であるのでなければ。というのも、時に人が見知らぬ土地に足を踏み入れたとき、自分が見ている神殿が、死んだ人間たちの墓なのか、それともいわゆる神々のものなのか、分からないことがあるからである。」

Homiliae 10.9.2

2

πυθόμενος δὲ καὶ ἀκούσας ὅτι θεῶν, προσεκύνησεν οὐκ αἰδεσθείς, ὅτι εἰ μὴ ἐξετάσας μεμαθήκει, διὰ τὸ ἴσον τῆς ὁμοιότητος ὡς νεκροῦ μνημεῖον ἂν παρεληλύθει. πλὴν οὐ χρή με πρὸς τῆς τοιαύτης δεισιδαιμονίας πολλὴν παρέχειν ἀπόδειξιν. ῥᾴδιον γάρ ἐστιν τῷ θέλοντι νοῆσαι, ὅτι οὐδέν ἐστιν, ἐκτὸς εἰ μή τις οὐ βλέπῃ. πλὴν κἄν νῦν ἄκουσον, ὅτι οὐκ ἀκούει, καὶ νόησον, ὅτι οὐ νοεῖ. χεῖρες γὰρ αὐτὸ θανόντος ἀνθρώπου ἐποίησαν. εἰ δὲ ὁ ποιήσας ἐτελεύτησεν, πῶς τὸ ὑπ᾽ αὐτοῦ γεγονὸς οὐ λυθήσεται; τί οὖν θνητοῦ ἔργον προσκυνεῖς, παντελῶς ἀναίσθητον ὄν; ὁπότε οἱ λογισμοὺς ἔχοντες οὐδὲ τὰ ζῶα προσκυνοῦσιν, οὐδὲ στοιχεῖα τὰ ὑπὸ Θεοῦ γεγενημένα κολακεύουσιν, λέγω δὲ οὐρανὸν, ἥλιον, σελήνην, ἀστραπὴν, θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὀρθῶς κρίνοντες μηδὲ τὰ ὑπ᾽ αὐτοῦ γενόμενα προσκυνεῖν, ἀλλὰ τὸν τούτων δημιουργὸν καὶ πάροχον σέβειν Θεόν. ἐπὶ τούτῳ γὰρ καὶ αὐτὰ χαίρει, ὅτι τὴν τοῦ πεποιηκότος τιμὴν οὐδεὶς αὐτοῖς προσῆψεν.

「それを尋ね、神々のものだと聞くと、恥じることもなく礼拝した。もし調べもせずに聞いていなかったなら、その姿かたちが等しいゆえに、死者の記念碑として通り過ぎていたはずである。しかし、私はこのような迷信に対して多くの論証を費やす必要はない。見ようとしない者でない限り、それが何ものでもないと理解するのは、望む者にとって容易だからである。それでも今、聞け——それは聞かない。そして悟れ——それは悟らない。それは死んだ人間の手が作ったものだからである。もし作った者が死んだのなら、彼によって作られたものが朽ちないでいられようか。それゆえ、なぜお前は、まったく感覚を持たない死すべき者の作品を礼拝するのか。理性を持つ者たちは、動物すら礼拝せず、神によって造られた元素をも媚びへつらうことがない——すなわち天、太陽、月、稲妻、海、そしてそれらの中にあるすべてのものを、と私は言う——正しく判断して、彼によって造られたものを礼拝せず、これらの造り主にして供給者である神を敬うのである。それゆえ、それら自身もこれを喜ぶ。造った方の誉れを、誰も自分たちに帰さなかったことを、である。」