作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia III, Caput II 第III講話 第II章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 3.2.1

1

Γινώσκειν ὑμᾶς θέλω, ὅτι οἱ καθ᾽ ἡμετέραν πρόνοιαν συνόντες τῷ Σίμωνι, ὅπως τὰς βουλὰς αὐτοῦ μανθάνοντες ὑποβάλλωσιν ἡμῖν, ἵνα δυνώμεθα πρὸς τὴν τῆς κακίας αὐτοῦ ποικιλίαν ἁρμόσασθαι, αὐτοὶ πέμψαντες ἐδήλωσαν ἡμῖν λέγοντες·

「諸君に知らせておきたい。我々の配慮によってシモンのもとにいる者たちが、彼の意図を学び取って我々に伝え、我々が彼の悪意の様々な策謀に対応できるようにしているのだが、その者たちが人を遣わして、我々にこう告げてきた。」

Homiliae 3.2.2

2

Σίμων σήμερον , καθὰ συνετάξατο, ἕτοιμός ἐστιν ἀπὸ τῶν γραφῶν ἐπὶ πάντων ἐλθὼν ἀποδεικνύειν, μὴ τοῦτον εἶναι Θεὸν ἀνώτατον, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ πάντα ἐν αὐτοῖς, ἀλλ᾽ ἄλλον τινὰ ἄγνωστον καὶ ἀνώτατον, ὡς ἐν ἀποῤῥήτοις ὄντα θεὸν θεῶν·

『シモンは本日、取り決めたとおり、皆の前に出て聖書に基づいて論証する用意ができている。すなわち、天と地とその中にあるすべてのものを造ったこの方が至高の神なのではなく、それとは別の、知られざる至高者があり、それは秘められたところにいます神々の神である、と。』

Homiliae 3.2.3

3

ὃς δύο ἔπεμψε θεούς, ἀφ᾽ ὧν ὁ μὲν εἷς ἐστιν ὁ κόσμον κτίσας, ὁ δὲ ἕτερος ὁ τὸν νόμον δούς. καὶ ταῦτα μηχανᾶται λέγειν, ὅπως τῶν τὸν ἕνα καὶ μόνον μελλόντων σέβειν Θεόν, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν, τὴν ὀρθὴν προσεκλύσει πίστιν.

『その方は二柱の神を遣わした。そのうち一方は世界を造った神であり、他方は律法を与えた神である、と。彼はこのようなことを企んで語っている。それは、天と地を造った唯一の神のみを崇めようとしている者たちから、正しい信仰を洗い流させるためである。』