Homiliae 2.39.1
οὖν Σίμων τὰς κατὰ τοῦ Θεοῦ ἐν ταῖς γραφαῖς πειρασμοῦ χάριν προσκειμένας περικοπὰς αὐτάς, ὡς μανθάνω, βούλεται ἐλθὼν εἰς μέσον λέγειν, ὅπως τῆς πρὸς τὸν Θεὸν στοργῆς ὅσους δύναται ταλαιπώρους ἀποστῆσαι δυνηθῇ. δημοσίᾳ γὰρ αὐτὰς λέγειν προσκεῖσθαι ταῖς βίβλοις οὐ βουλόμεθα, ἐπεὶ πτύραντες ἀμαθεῖς ὄχλους αὐτοῦ τοῦ πονηροῦ Σίμωνος τὸ θέλημα ποιοῦμεν. μήπως γὰρ τὸ διακριτικὸν ἔχοντες φεύξονται ἡμᾶς ὡς ἀσεβοῦντας·
「そこでシモンは、私が知るところでは、試みのために聖書の中に加えられた、神に反するこれらの章句を、公然と持ち出して語ろうとしている。それによって、できるかぎり多くの哀れな者たちを、神への親愛から引き離そうとしているのだ。我々は、それらの章句が書物に加えられていると公に語ることを望まない。そんなことをすれば、無学な群衆を驚かせて、あの悪しきシモンの望みどおりのことをしてしまうことになるからだ。見分ける力を持つ者たちが、我々を不敬虔な者と見なして逃げ去ってしまうかもしれない。」
Homiliae 2.39.2
ἢ ὡς οὐ μόνον τῶν βλασφήμων περικοπῶν ψευδῶν οὐσῶν, ἀλλ᾽ ἀποστήσονται λόγου. διὸ ἀνάγκην ἔχομεν συγκατατιθέμενοι ταῖς ψευδέσι περικοπαῖς, περὶ αὐτῶν ἀντιπυνθανόμενοι, εἰς ἀπορίαν αὐτὸν μὲν φέρειν, τοῖς δὲ εὐγνωμονοῦσιν τῶν κατὰ τοῦ Θεοῦ ῥηθεισῶν περικοπῶν, μετὰ πείραν πίστεως, ἰδίᾳ παρέχειν τὴν ἐπίλυσιν, ἥτις μίαν καὶ σύντομον ἔχει τὴν ὁδόν. ἔστιν δὲ ἥδε.
「あるいは、涜神の章句が偽りであるというだけでなく、その言葉そのものからも離れ去ってしまうかもしれない。それゆえ我々は、その偽りの章句を一旦は認めたうえで、それについて逆に問い返し、シモン自身を窮地に追い込む必要がある。そして、神に反して語られた章句について、信仰の試みを経てなお良識をわきまえている者たちには、個別にその解決を与えるのである。その解決は、ただ一つの、簡潔な道筋を持っている。それは次のとおりである。」