Homiliae 8.19.1
Τάδε δοκεῖ τῷ παντεπόπτῃ Θεῷ, μηδενὸς ἀνθρώπων ὑμᾶς κυριεύειν, μηδὲ παρενοχλεῖν μηδενί, ἐὰν μή τις ἑκὼν ἑαυτὸν ὑμῖν καταδουλώσῃ, προσκυνῶν ὑμᾶς, καὶ θύων καὶ σπένδων καὶ τῆς ὑμετέρας μεταλαμβάνων τραπέζης, ἢ ἕτερόν τι ὧν οὐ χρὴ ἐκτελῶν, ἢ αἷμα χέων, ἢ σαρκῶν γευόμενος, ἢ θηρίου λειψάνου ἢ θνητοῦ ἢ πνικτοῦ ἢ ἄλλου τινὸς ἀκαθάρτου ἐμπιμπλώμενος. τῶν δὲ νόμῳ ἐμῷ προσφευγόντων οὐ μόνον οὐ ψαύσετε, ἀλλὰ καὶ τιμὴν δώσετε, καὶ ἐκ προσώπου φεύξεσθε. ὅ τι γὰρ ἄν αὐτοῖς δικαίοις οὖσιν καθ᾽ ὑμῶν δοκῇ, τουθ᾽ ὑμᾶς δεήσει παθεῖν. ἐὰν δέ τινες τῶν ἐμοὶ προκειμένων ἐξαμαρτῶσιν , ἢ μοιχησάμενοι ἢ μαγεύσαντες ἢ ἀκαθάρτως βιώσαντες ἢ ἄλλο τι τῶν ἐμοὶ μὴ δοκούντων πράξαντες, τότε ἐξ ἐμῆς κελεύσεως πάσχειν τι αὐτοὺς ὑφ᾽ ὑμῶν ἢ ὑφ᾽ ἑτέρων δεήσει·
「『万物を見そなわす神の御意はこうである。すなわち、諸君は人間の誰をも支配してはならず、誰にも煩いを加えてはならない。ただし、誰かが自ら進んで諸君に隷属し、諸君を拝み、犠牲を献げ、酒を注ぎ、諸君の食卓にあずかり、あるいはそのほかなすべきでないことをなし、血を流し、肉を味わい、獣の死骸、あるいは死んだもの、絞め殺されたもの、そのほかの汚れたものに満ち足りる場合は別である。しかし、私の法のもとに逃れてくる者たちには、諸君は触れてはならないばかりか、誉れを与え、その顔から逃げ去らねばならない。なぜなら、彼らが正しい者として諸君に対して思うところのことを、諸君自身が被らねばならなくなるからである。もし私の定めた者たちのうちの誰かが、姦淫し、あるいは魔術を行い、あるいは汚れたままに生き、あるいはそのほか私の御心にかなわないことをなして罪を犯すならば、そのときは私の命によって、諸君によって、あるいは他の者たちによって、彼らが何かを被らねばならなくなるであろう。』」
Homiliae 8.19.2
οἷς καὶ μετανοήσασιν, τὴν μετάνοιαν κρίνας, εἴτε ἀξία ἐστὶν συγγνώμης εἴτε καὶ οὔ, τὴν ἀπόφασιν ποιήσομαι. ταῦτα οὖν μνημονεύειν καὶ ὀφείλετε, εὖ εἰδότες, ὅτι οὐδὲ αἱ ἐνθυμήσεις ὑμῶν λαθεῖν αὐτὸν δυνήσονται.
「『そして、彼らが悔い改めるならば、私はその悔い改めを判じ、それが赦しに値するか否かを見て、裁定を下すであろう。それゆえ諸君は、これらのことを心に留めておかねばならない。諸君の思いさえも神から隠れることはできないと、よく知っておくがよい。』」