Homiliae 5.10.1
Ο ΕΡΩΝ ΤΗ ΕΡΩΜΕΝΗ Ἀνωνύμως διὰ τοὺς ἐκ τῶν ἀνοήτων ἀνθρώπων νόμους. ἐπιταγαῖς Ἕρωτος τοῦ πάντων πρεσβυτάτου παιδὸς χάριν. ἔγνων σε φιλοσοφίᾳ προσανέχουσαν, καὶ ἀρετῆς ἕνεκα τὸν τῶν κρειττόνων ζηλοῦσαν βίον. τίνες δὲ ἂν εἶεν κρείττονες, ἢ θεοὶ μὲν ἁπάντων, ἀνθρώπων δὲ οἱ φιλόσοφοι; οὗτοι γὰρ μόνοι ἴσασιν, τῶν ἔργων ποῖα μέν ἐστιν φύσει κακὰ ἢ καλά, ποῖα δὲ τῇ τῶν νόμων θέσει οὐκ ὄντα νομίζεται. αὐτίκα γοῦν τὴν λεγομένην μοιχείαν πραξίν τινες ὑπειλήφασιν εἶναι κακὴν, καίτοι καλὴν κατὰ πάντα ὑπάρχουσαν. εἰς γὰρ τὴν τοῦ βίου πολυγονίαν ἐπιταγαῖς Ἔρωτος γίνεται.
「『恋する男より、恋される女へ。愚かな人間たちの作った法のゆえに、名を秘して。あらゆるものの中で最も古き子、エロースの命に従って。お前が哲学に打ち込み、徳のために、より優れた者たちの生き方に倣おうとしていることを、私は知った。優れた者とは、いったい誰であろうか——万物にとっては神々であり、人間にとっては哲学者たちではないか。彼らだけが、行いのうちどれが本性上悪しきものか善きものか、どれが法の定めによってそうでないものをそうであるかのように見なされているにすぎないかを知っているのである。事実、いわゆる姦通というものを、ある者たちは悪しき行いだと思い込んでいるが、それはあらゆる点で善きものである。というのも、それは人生の子孫繁栄のために、エロースの命によって生じることだからである。』」
Homiliae 5.10.2
Ἔρως δέ ἐστιν ὁ πάντων θεῶν πρεσβύτατος. ἄνευ γὰρ δὴ Ἔρωτος οὐ στοιχείων, οὐ θεῶν, οὐκ ἀνθρώπων, οὐ ζώων ἀλόγων, οὐ τῶν λοιπῶν ἁπάντων μῖξις ἢ γέννησις γενέσθαι δύναται. πάντες γάρ τοι ὄργανά ἐσμεν τοῦ Ἔρωτος. αὐτὸς ὁ δι᾽ ἡμῶν τεχνίτης, παντὸς τοῦ γεννωμένου ψυχαῖς ἐπιδημῶν ἐστι νοῦς. ὅθεν οὐκ αὐτοὶ θέλοντες, ἀλλ᾽ ὅταν ὑπ᾽ αὐτοῦ κελευσθῶμεν, τὸ ἐκείνου βούλημα ποιεῖν ἐπιθυμοῦμεν. εἰ δ᾽ ἐκείνου βουλῇ ἐπιθυμοῦντες, χάριν τῆς λεγομένης σωφροσύνης κρατεῖν τῆς ἐπιθυμίας ἐπιχειρήσωμεν, πῶς τῷ πάντων πρεσβυτάτῳ θεῶν τε καὶ ἀνθρώπων ἀντιπράττοντες οὐ τὰ μέγιστα ἀσεβήσωμεν;
「『エロースこそは、あらゆる神々のうちで最も古き者である。エロースなくしては、元素も、神々も、人間も、理性なき生き物も、そのほかのすべてのものも、交わりも誕生も起こり得ない。我々はみな、エロースの道具にすぎないのだ。我々を通じて働く職人その方は、生まれるすべてのものの魂に宿る精神なのである。それゆえ、我々は自分自身の意志によってではなく、彼によって命じられたときにこそ、彼の望むことを行いたいと欲するのだ。もし我々が、彼の意志によって欲しながらも、いわゆる節制のために欲望を抑えようとするならば、神々と人間のうちで最も古きこの方に逆らうことによって、我々は最大の不敬虔を行うことにならないだろうか。』」