作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XVII, Caput II 第XVII講話 第II章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 17.2.1

1

Ἔλεγεν δέ· αἰτιᾶταί σε, Πέτρε, ὡς κακίας ὄντα ὑπηρέτην, καὶ μαγείᾳ πολὺ δυνάμενον, καὶ εἰδωλολατρείας χεῖρον τὰς τῶν ἀνθρώπων φαντασιοῦντα ψυχάς. εἰς τὸ μὲν οὖν μάγον εἶναί σε ταύτην ἐδόκει φέρειν ἀπόδειξιν, λέγων·

ザカイオスは言った。「シモンは、お前を、ペトロよ、悪の下僕であり、魔術に大いに長けた者であり、偶像崇拝よりも悪しき仕方で人々の魂に幻影を見させる者だとして、責め立てている。そして、お前が魔術師であるという点については、こう言って、次のような証拠を挙げているように見えた。」

Homiliae 17.2.2

2

σύνοιδα ἐμαυτῷ, ὅτι ὧν κατ᾽ ἐμαυτὸν σκέπτομαι, ἐλθὼν συζητεῖν αὐτῷ, οὐδ᾽ ἕνα μνημονεύω λόγον. αὐτοῦ γὰρ διαλεγομένου, κἀμοῦ τὸν νοῦν ἀσχολοῦντος εἰς τὸ ἀναπολῆσαι, τίνα ἐστὶν ἅ ἐλογισάμην ἐλθὼν λέγειν πρὸς αὐτόν, οὐδ᾽ ὁτιοῦν ὧν λέγει ἐπακούω. ἐπεὶ οὖν ἐπ᾽ ἄλλου τινὸς τοιοῦτό τι οὐ πάσχω, ἢ ἐπ᾽ αὐτοῦ μόνου , πῶς οὐχὶ μαγευόμενος ὑπ᾽ αὐτοῦ τυγχάνω; τὸ δὲ ὅτι ἃ ἄν διδάσκῃ, εἰδωλολατρείας χείρονά ἐστιν, τῷ γε νοῦν ἔχοντι, ἐμοῦ μηνύσαντος σαφὲς ἔσται. οὐθὲν γὰρ ἕτερον ὠφεληθῆναι ἔστιν, ἢ τὸ τὴν ψυχὴν εἰδώλων παντοδαπῶν ἐλευθέραν γενέσθαι. φανταζομένη γὰρ εἶδος δεσμεῖται φόβῳ, καὶ φρονοῦσα εὐπαθεῖν τι μαραίνεται καὶ ἀλλοιοῦται ἢ δαιμονᾷ, καὶ δαιμονῶσα τοῖς πολλοῖς σωφρονεῖν δοκεῖ.

「私は自分自身について気づいている。自分の考えたことを、彼のところへ行って論じ合おうとするたびに、その言葉を一つとして思い出せないということを。彼が語っているあいだ、私は自分の精神を、彼のところへ来て言おうと考えていたことは何であったかを思い起こすことに用いてしまい、彼の語ることを何一つ聞き取れないのである。そこで、これがほかの誰に対しても起こらず、彼に対してだけ起こるのであれば、私は彼によって魔術をかけられているのではないだろうか。彼が教えるところのものが偶像崇拝よりも悪いということは、精神ある者になら、私が指摘すれば明らかになるだろう。魂にとって益となることはほかにない、あらゆる種類の偶像から自由になることのほかには。というのも、姿形を思い描く魂は恐れに縛られ、何か快いことを味わおうと思う魂は萎れて変質するか、あるいはダエモーンに取り憑かれ、そして取り憑かれていながら、多くの者の目には正気であるように見えるからである。」