Homiliae 3.17.1
Τοῦ δὲ λέγειν ἄρξομαι ἤδη. Θεοῦ τοῦ τὰ πάντα πεποιηκότος τὸ μέγα καὶ ἅγιον τῆς προγνώσεως αὐτοῦ πνεῦμα εἰ μὴ τῷ ὑπὸ χειρῶν αὐτοῦ κυοφορηθέντι ἀνθρώπῳ δῴη τις ἐσχηκέναι, πῶς ἔτι ἑτέρῳ τῳ ἐκ μυσαρᾶς σταγόνος γεννηθέντι ὁ ἀπονέμων οὐ τὰ μέγιστα ἁμαρτάνει; καὶ οὐκ οἶμαι αὐτὸν συγγνώμης τυγχάνειν, κἄν ὑπὸ νόθου γραφῆς κατὰ τοῦ πάντων πατρὸς δεινὰ νοεῖν ἀπατηθείη ὁ γὰρ εἰκόνα, καὶ ταῦτα αἰωνίου βασιλέως ὑβρίσας, τὴν ἁμαρτίαν εἰς ἐκεῖνον ἀναφερομένην ἔχει, οὗπερ καθ᾽ ὁμοίωσιν ἡ εἰκὼν ἐτύγχανεν οὖσα. ἀλλά, φησίν, ἁμαρτήσαντα κατέλειπεν τὸ θεῖον πνεῦμα. οὐκοῦν συνήμαρτεν·
「さて、いよいよ語り始めよう。万物を造った神の、その予知の大いなる聖なる霊を、神の御手によって胎に宿された人が有していたと認めない者があるとすれば、汚らわしい一滴から生まれた別の誰かにそれを割り当てる者は、どうしてこの上ない罪を犯していないことがあろうか。私は、たとえ偽りの文書によって万物の父に逆らう恐ろしいことを考えるように欺かれたのだとしても、その者が赦しにあずかるとは思わない。像を、しかも永遠の王の像を侮辱した者は、その罪が、その像の似せられた元の方へと帰せられることになるからである。だが、ある者は言う、彼が罪を犯したので、神的な霊は彼を見捨てたのだ、と。それならば、その霊は共に罪を犯したことになる。」
Homiliae 3.17.2
καὶ πῶς ὁ τοῦτο λέγων οὐ κινδυνεύει; ἀλλὰ μετὰ τὸ ἁμαρτῆσαι εἰλήφει τὸ πνεῦμα. ἀδίκοις ἄρα δέδοται·
「そして、そう言う者は危険を免れないのではないか。いや、罪を犯した後にその霊を受けたのだ、と言うならば、それは不義なる者たちに与えられたことになる。」
Homiliae 3.17.3
καὶ ποῦ τὸ δίκαιον; ἀλλὰ δικαίοις καὶ ἀδίκοις ἐπιχορηγεῖται. τοῦτο πάντων ἀδικώτατον. οὕτως πᾶν ψεῦσμα, κἄν μυρίαις ἐπινοίαις βοηθῆται, τὸν ἔλεγχον κἄν ἐν μακρῷ χρόνῳ λαβεῖν ἔχῃ.
「それでは、正義はどこにあるのか。あるいは、正しい者にも不義なる者にも等しく分け与えられる、と言うならば、これはあらゆることのうちで最も不正なことである。このように、あらゆる偽りは、たとえ無数の工夫によって支えられようとも、たとえ長い時を経てであれ、論駁を受けることになるのである。」