作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIII, Caput X 第XIII講話 第X章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 13.10.1

1

Κἀγὼ ἔφην· εἰπὲ ἡμῖν τίνα ἐφθέγξατο λόγον, ᾧ τὴν πίστν αὐτῆς ἐξέφηνεν. καὶ ὁ Πέτρος ἔφη·

私は言った。「彼女がどのような言葉を語って、自分の信仰を示したのか、我々に教えてください。」ペトロは言った。

Homiliae 13.10.2

2

ἡ ἀξίωσις αὐτῆς τοῦ βαπτισθῆναι αὐτῇ τὴν ξενοδόχον εὐεργέτιν. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ᾽ αὐτῆς ποθουμένῃ δοθῆναι παρεκάλει, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ τοῦ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν καταγινώσκω, ὁπότ᾽ ἂν βαπτισθέντες καὶ πιστεύειν λέγοντες μηδὲν ἄξιον πίστεως ποιῶσι, μηδ᾽ οὓς ἀγαπῶσν, λέγω δὴ γυναῖκας αὑτῶν ἢ υἱοὺς ἢ φίλους, πρὸς τοῦτο προτρέπωνται εἰ γὰρ πεπιστεύκασιν ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν Θεὸν, ἀνυπερθέτως οὓς ἠγάπων προετρέποντο βαπτισθῆναι. ἀλλ᾽ ἐρεῖ τις ὑμῶν·

「彼女が、自分の恩人である宿の女主人にも洗礼が授けられるようにと求めたことだ。もし彼女自身が、洗礼という賜物を大いなるものとして、あらかじめそのように心を定めていなかったなら、自分の慕う相手にこの賜物が与えられるようにと願うことはなかっただろう。それゆえ、私は多くの者たちを非難する。洗礼を受けて信じていると言いながら、信仰にふさわしい何ごとも行わず、自分の愛する者たち――つまり自分の妻や息子や友人たち――にさえ、この信仰を勧めようとしない者たちのことである。もし彼らが、神が善い行いと共に永遠の命を賜るということを信じているなら、遅滞なく、自分の愛する者たちに洗礼を受けるよう勧めるはずだからだ。だが、諸君のうちの誰かはこう言うだろう。」

Homiliae 13.10.3

3

ἀγαπῶσιν αὐτοὺς καὶ φροντίζουσιν αὐτῶν. τοῦτο εὔηθές ἐστιν. ἐπεὶ τί δή ποτε νοσοῦντας ὁρῶντες, ἢ ἀπαγομένους τὴν ἐπὶ θανάτῳ, ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας, ὀδύρονται καὶ ἐλεῶσιν; οὕτως εἰ πεπιστεύκεισαν αἰώνιον πῦρ μένειν τοὺς τὸν Θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες, ἢ καὶ ἀπειθοῦντας ὁρῶντες, ὡς περὶ ἀπίστων ὀδυνώμενοι, τὴν κατ᾽ αὐτῶν κόλασιν πεπληροφορημένοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον τὸν δι᾽ ἡμῶν ἀγαπᾶν αἱρεῖται· καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν.

「彼らを愛しており、彼らのことを気にかけているのだ、と。だが、これは愚かなことだ。なぜなら、病んでいる者や、死へ引かれて行く者、あるいは他の何か辛い目に遭っている者を見れば、彼らは嘆き悲しみ、憐れむではないか。同様に、もし彼らが、神を崇めない者たちには永遠の火が待っているのだと信じていたなら、諭すことをやめなかったはずだし、たとえ従わない者を見ても、信じない者たちのことで心を痛め、彼らに下される罰を確信していただろう。さて、今、私は宿の女主人のもとへ人を遣わして、彼女が我々を通して伝えられる律法を愛するかどうかを尋ねさせよう。そのうえで、しかるべきことを行うことにしよう。」