作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XII, Caput XVI 第XII講話 第XVI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 12.16.1

1

Πλὴν ἵνα οὕτως ταῦτα γένηται, ἐπενόησα ὄνειρον πλάσασθαι, ὡς δή τινος νύκτωρ ἐπιστάντος μοι καὶ εἰρηκότος·

「それで、このことが実現するように、私は夢を一つ作り上げることを思いつきました。まるで、夜、誰かが私のもとに現れてこう言ったかのように。」

Homiliae 12.16.2

2

γύναι, ἐξαυτῆς ἅμα τοῖς διδύμοις σου τέκνοις ἐπὶ χρόνον τινά, μέχρις ὅτε μηνύσω ἐπανελθεῖν σε ἐνταῦθα, ἔκβηθι τὴν πόλιν. ἐπεὶ ἅμα ἀνδρὶ καὶ πᾶσίν σου τοῖς τέκνοις αἰφνιδίως κακῶς τελευτήσεις. ὁμῶς οὕτως ἐποίησα. ἅμα γὰρ τῷ τὸν ὄνειρον ψεύσασθαί με τῷ ἀνδρί, αὐτὸς περίφοβος γενόμενος μετὰ τῶν ἐμῶν δύο υἱῶν δούλων τε καὶ παιδισκῶν καὶ χρημάτων συχνῶν κατὰ πλοῦν εἰς Ἀθήνας με ἐξέπεμψεν, ἐκπαιδεῦσαι τοὺς υἱούς, μέχρις ἄν, ἔφη, τῷ χρηματίσαντι δόξῃ ἐπανιέναι σε πρὸς ἐμέ. ὁμῶς ἅμα τέκνοις ἡ τάλαινα πλέουσα ὑπ᾽ ἀνέμων ἀταξίας εἰς τούτους ἀποῤῥιφεῖσα τοὺς τόπους, νυκτὸς τῆς νηὸς διαλυθείσης, ναυφραγίῳ περιέπεσα. πάντων δὲ θανόντων ἡ ἀτυχὴς ἐγὼ μόνη ὑπὸ σφοδροῦ κύματος ῥαπισθεῖσα ἐπὶ πέτρας ἐῤῥίφην, ἐφ᾽ ἧς καθεσθεῖσα ἡ ἀθλία ἐλπίδι τοῦ τέκνα με ζῶντα εὑρεῖν εἰς τὸ βυθὸν ἐμαυτὴν οὐκ ἔῤῥιψα τότε, ὅτε τὴν ψυχὴν μεμεθυσμένην νην τοῖς κύμασιν ἔχουσα τοῦτο ποιῆσαι ῥᾳδίως ἐδυνάμην.

「『女よ、直ちに、お前の双子の子供たちと共に、私が知らせを送ってお前がここへ戻ってよいと言うまでの間、この町を出よ。さもなければ、夫もろとも、お前の子供たち全員も、突然に不幸な死を遂げるであろう。』私はそのとおりにしました。私が夫にこの夢の話を作って語るとすぐに、夫自身がひどく恐れて、私の二人の息子たちと、僕や女奴隷たち、そして多くの財貨と共に、船でアテナイへ私を送り出しました。息子たちを教育するためであり、あの啓示をした者がお前が私のもとへ帰ってよいと思うまでの間だ、と夫は申しました。ところが、哀れな私は子供たちと共に船で行くうち、風の乱れによってこの地方へ投げ出され、夜、船が壊れて難破に遭いました。すべての者が死に、不運な私だけが激しい波に打ちつけられて岩に投げ上げられました。そこに座り込んだ惨めな私は、子供たちを生きたまま見つけるという希望のゆえに、その時、自ら海の深みに身を投げることをしませんでした。魂が波に酔いしれたようになっていたあの時なら、たやすくそれができたでしょうに。」