作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XVII, Caput VIII 第XVII講話 第VIII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 17.8.1

1

Ἀλλ’ ἐρεῖ τις· εἰ μορφὴν ἔχῃ, καὶ σχῆμα ἔχει καὶ ἐν τόπῳ ἐστίν· ἐν τόπῳ δὲ ὤν καὶ ὑπ᾽ αὐτοῦ περιεχόμενος ὡς ἥττων, πῶς ὑπὲρ πάντα ἐστὶν μέγας; πῶς δὲ καὶ πανταχῆ εἶναι δύναται, ἐν σχήματι ὤν; πρὸς τὸν ταῦτα λέγοντα πρῶτον ἔστιν εἰπεῖν·

「しかし、ある者はこう言うだろう。『もし彼が形を持つならば、姿も持ち、場所の内にもあることになる。場所の内にあり、それに包まれて劣ったものであるならば、どうしてすべてのものにまさって偉大でありうるのか。姿の内にありながら、どうしてあらゆるところに存在しうるのか。』このように言う者に対しては、まずこう言うことができる。」

Homiliae 17.8.2

2

τοιαῦτα περὶ αὐτοῦ αἱ γραφαὶ φρονεῖν πείθουσιν καὶ πιστεύειν, ἡμεῖς δὲ ἀληθεῖς γινώσκομεν τὰς μαρτυρουμένας ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὗ κατὰ κέλευσιν τὰς ἀποδείξεις ὑμῖν τοῦ οὕτως ἔχειν ἀνάγκη παρέχειν. πρῶτον δὲ περὶ τόπου ἐρῶ. καὶ Θεοῦ τόπος ἐστὶν τὸ μὴ ὄν, Θεὸς δὲ τὸ ὄν·

「聖書は彼について、そのように考え、そのように信じるよう説き勧めている。そして我々は、我々の主イエス・キリストによって証しされたものを真実であると認めているのであり、彼の命に従って、諸君にこのようにあることの論証を差し出さねばならない。まず場所について語ろう。神の場所とは非存在であり、神は存在である。」

Homiliae 17.8.3

3

τὸ δὲ μὴ ὄν τῷ ὄντι οὐ συγκρίνεται. πῶς γὰρ τόπος ὤν εἶναι δύναται; ἐκτὸς εἰ μὴ δευτέρα χώρα εἴη, οἷον οὐρανὸς, γῆ, ὕδωρ, ἀὴρ, καὶ εἰ ἄλλο τί ἐστιν σῶμα, ὅ ἂν καὶ αὐτοῦ πληροῦν τὸ κενόν, ὅ διὰ τοῦτο κενὸν λέγεται, ὅτι οὐδέν ἐστιν. τοῦτο γὰρ αὐτῷ, τὸ οὐδὲν, οἰκειότερον ὄνομα. τὸ γὰρ λεγόμενον κενόν τί ποτ᾽ ὡς σκεῦός ἐστιν οὐδὲν ἔχον, πλὴν αὐτὸ τὸ σκεῦος κενόν, εἴ περ σκεῦος ἔστιν. ἀνάγκη γὰρ πᾶσα τὸ ὄν ἐν τῷ μηδὲν ὄντι εἶναι. τοῦτο δὲ, τὸ μὴ ὄν, λέγω ὅ ὑπό τινων τόπος λέγεται, οὐδὲν ὄν. οὐδὲν δὲ ὄν τῷ ὄντι πῶς συγκρίνεται; ἐκτὸς εἰ μὴ ἐν τοῖς ἐναντίοις, ἵνα τὸ μὲν ὄν μὴ ᾖ, τὸ δὲ μὴ ὂν τόπος λέγηται. εἰ δὲ καὶ ἔστιν τι, πολλῶν παραδειγμάτων σπευδόντων ἐξ ἐμοῦ προελθεῖν εἰς ἀπόδειξιν ἑνὶ μόνῳ χρήσασθαι θέλω, ἵνα δείξω, ὅτι οὐ πάντως τὸ περιέχον τοῦ περιεχομένου κρεῖττόν ἐστιν. ὁ ἥλιος σχῆμά ἐστιν περιφερὲς καὶ ὑπὸ ἀέρος ὅλος περιέχεται, ἀλλὰ τοῦτον ἐκλαμπρύνει, τοῦτον θερμαίνει, τοῦτον τέμνει, κἄν ἀπῇ αὐτοῦ, σκότῳ περιβάλλεται, καὶ οὗ ἄν αὐτοῦ μέρους ἀπὼν γένηται, ὡς νεκρούμενον ψύχεται, ὑπὸ δὲ τῆς αὐτοῦ ἀνατολῆς πάλιν φωτίζεται, καὶ ὅπου ἂν αὐτῷ παραθάλπηται, καὶ κάλλει τῷ μείζονι κοσμεῖται. καὶ ταῦτα ποιεῖ τῇ αὑτοῦ μετουσίᾳ, τὴν οὐσίαν περιωρισμένην ἔχων. τί οὖν ἔτι κωλύει τὸν Θεὸν, ὡς τούτου καὶ πάντων δημιουργὸν καὶ δεσπότην ὄντα, αὐτὸν μὲν ἐν σχήματι καὶ μορφῇ καὶ κάλλει ὄντα, τὴν ἀπ᾽ αὐτοῦ μετουσίαν ἀπείρως ἐκτεταμένην ἔχειν;

「非存在は存在と比べられるものではない。というのも、場所であるものがどうして存在でありうるだろうか。もし第二の領域、すなわち天や地や水や空気、あるいはその空虚を満たすような何らかの物体があるのでない限りは。そしてそれが空虚と呼ばれるのは、それが何ものでもないからにほかならない。というのも、『何もの』でもないということが、それにとってより適切な名だからである。いわゆる空虚とは、あたかも器のように、何も持たないものであるが、ただしその器自体は、それが器であるならば、空である。というのも、存在するものは必ず、何ものでもないものの内にあらざるをえないからである。しかし、この非存在——すなわち、ある人々によって場所と呼ばれるもの——は、何ものでもないものである。何ものでもないものが、存在とどうして比べられようか。ただし、対立するものとして、一方が存在し他方が存在しないゆえに、存在しないほうが場所と呼ばれる、という場合を除いては。しかしもし何かがあるとしても——私からは論証のために差し出せる多くの実例が急いで出てこようとしているのだが——ただ一つだけを用いて、包むものが包まれるものよりも必ずしも優れているわけではないということを示したいと思う。太陽は円い姿を持ち、その全体を空気に包まれているが、その空気を輝かせ、暖め、切り分けているのは太陽のほうである。もし太陽が離れれば、空気は闇に覆われ、太陽がその部分から離れたところでは、あたかも死んだかのように冷たくなり、太陽が再び昇ることによってまた照らされ、太陽が暖めるところでは、より大きな美しさに飾られる。そして太陽は、これらのことを、自らの実体を限定されたものとして持ちながらも、自らの分与によって行うのである。それならば、神が——太陽をも万物をも創った造り主にして主宰者である方が——自らは姿と形と美しさの内にありながら、自らからの分与を限りなく広く及ぼすことを、何がなお妨げるというのか。」