作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia II, Caput XXVIII 第II講話 第XXVIII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 2.28.1

1

Ταῦτά τε καὶ τὰ τούτοις μείζονα νομιζόμενα ἡμῖν ὑπέσχετο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρήσεως κακὸν σιωπῶμεν, ἵνα αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ, καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν, λέγοντες αὐτῷ·

「彼はこれらのことや、これよりもさらに大きいと思われることを我々に約束した。それはただ、我々が彼と共にいながら、その企ての悪を黙っていることによって、彼の欺きが進展するようにするためであった。それでも我々は同意せず、むしろ彼にそのような狂気をやめるよう勧めて、こう言った。」

Homiliae 2.28.2

2

ἡμεῖς, Σίμων, τῆς ἐκ παίδων φιλίας πρός σε μεμνημένοι στέργοντές τε τὰ συμφέροντα συμβουλεύομεν· παῦσαι τῆς τοιαύτης τόλμης·

「シモンよ、我々は子供の頃からのお前との友情を思い起こし、益となることを願って忠告する。そのような大それたことはやめよ。」

Homiliae 2.28.3

3

θεὸς εἶναι οὐ δύνασαι: φοβήθητι τὸν ὄντως Θεόν, γνῶθι ὅτι ἄνθρωπος εἶ καὶ ὅτι σου μικρός ἐστιν ὁ τῆς ζωῆς χρόνος. κἄν μέγα πλουτῇς ἢ καὶ βασιλεύσῃς, τῷ τῆς ζωῆς σου μικρῷ χρόνῳ ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν, καὶ ἀσεβῶς πορισθέντα, εὐθέως φεύγοντα, αἰωνίαν κόλασιν περιποιεῖται τῷ τετολμηκότι. διὸ φοβεῖσθαί σοι τὸν Θεὸν συμβουλεύομεν, ὑφ᾽ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ περὶ ὧν ἕπραξεν ἐνταῦθα.

「お前は神になることはできない。まことの神を畏れよ。お前が人間であること、そしてお前の命の時が短いことを知れ。たとえ大いに富み、あるいは王となったとしても、お前の短い命の時のうちでは、享受できるものはわずかであり、不敬虔に得たものは、たちまち逃げ去って、そのことをあえてした者に永遠の罰をもたらすことになる。それゆえ我々は、お前に神を畏れることを勧める。その神によって、各人の魂は、ここで行ったことについて裁かれることになるのだから。」