Homiliae 14.11.1
Καὶ ὁ Πέτρος ἔφη· ταῦτα μὲν ἐποίησας ὡς ἐβουλεύσω. περὶ δὲ γενέσεως ἄρα ψευδόμενος διισχυρίζου, ἢ ὡς ἀληθεύων ἐβεβαιοῦ; καὶ ὁ πατὴρ ἔφη·
するとペトロは言った。「そのことはお前が決めたとおりになさったのだろう。だが生まれについては、偽りを述べて言い張ったのか、それとも真実として断言したのか。」すると父は言った。
Homiliae 14.11.2
οὐ ψεύσομαι πρός σε, ἀληθῶς ὡς οὔσης γενέσεως ἐβεβαίουν. εἰμὶ γὰρ οὐκ ἀμύητος τοῦ θεωρήματος, πλὴν συνῆν μοί τις, ἀστρολόγων ἄριστος, ἀνὴρ Αἰγύπτιος, Ἀννουβίων ὀνόματι, ὅς τις ἐν ταῖς ἀποδημίαις κατ᾽ ἀρχάς μοι φιλωθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου. καὶ ὁ Πέτρος ἔφη·
「お前に偽りは言うまい。私は真実に、生まれというものがあると信じて断言したのだ。私はこの学説に通じていないわけではないのだから。だが、私にはある者が付き添っていた。占星術師の中でも第一等の者で、アンヌビオンという名のエジプト人であった。彼は旅の初めから私と親しくなり、私の妻が子供たちとともに死ぬことを告げていたのだ。」するとペトロは言った。
Homiliae 14.11.3
οὐκοῦν ἔργῳ πέπεισαι, ὅτι οὐ συνέστηκεν τὰ κατὰ γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· ἀνάγκη με πάντα τὰ ὑποτρέχοντά μου εἰς τὸν νοῦν ἐκτίθεσθαί σοι, ἵνα πρὸς αὐτὰ ἀκούων μανθάνειν ἔχω τούς σου τούτων ἐλέγχους. ἀλλὰ καὶ πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ ἀληθεύειν. ὑποπτεύω οὖν μήπως ἅ μὲν ἀκριβοῦσιν, ἀληθεύουσιν, ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν , ὡς ὑπονοεῖν με, τὸ μὲν μάθημα συνεστάναι, αὐτοὺς δὲ δἰ ἀμαθίαν ψεύδεσθαι μόνην, διὰ τὸ μὴ πάντας περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἀπεκρίνατο·
「では、お前は事実によって、生まれに関することが成り立たないと確信したのではないか。」すると父は答えた。「私の心に浮かぶことをすべてお前に述べておく必要がある。それによって、お前の論駁を聞いて学ぶことができるようにするためだ。だが私は、占星術師たちが多く誤ることも、また多く真実を言い当てることも知っている。それで私は疑っている。彼らが正確に知ることについては真実を語り、誤ることについては無知のために誤るのではないか、と。つまり私は、その学問自体は成り立っているが、彼らがすべてについてすべてを正確に知ることができないために、無知のゆえにのみ誤るのだと考えているのだ。」するとペトロは答えた。
Homiliae 14.11.4
ἄπεχε, μή πως περὶ ὧν ἀληθεύουσιν, ἐπιτυγχάνουσιν, καὶ οὐχὶ ἀκριβοῦντες λέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων ἔφη. πῶς οὖν ἔστιν περὶ τούτου πληροφορηθῆναι, τὸ εἴτε συνέστηκεν τὸ κατὰ τὴν γένεσιν, ἢ οὔ;
「待て。彼らが真実を語ることについても、それは的中しているだけであって、正確に知って語っているのではないのかもしれない。多くのことを語れば、その中のいくつかが実現するのは、まったく必然のことなのだから。」すると老人は言った。「では、生まれに関することが成り立つのか、成り立たないのか、どうすればこれについて確信を得ることができるのか。」