Homiliae 18.1.1
Ὄρθρου δὲ, προελθόντος τοῦ Πέτρου εἰς τὸ διαλεχθῆναι, ὁ Σίμων προλαβὼν ἔφη· ἐχθὲς ἀπαλλασσόμενος εἰς τὴν σήμερον ὑπεσχόμην σοι ἐπανελθὼν καὶ συζητήσας δεῖξαι, ὅτι οὐκ ἔστιν ὁ τὸν κόσμον δημιουργήσας ἀνώτατος Θεὸς, ἀλλ᾽ ἕτερος, ὅς καὶ μόνος ἀγαθὸς ὤν καὶ μέχρι τοῦ δεῦρο ἄγνωστός ἐστιν. αὐτίκα γοῦν τὸν δημιουργὸν αὐτὸν καὶ νομοθέτην φῂς εἶναι, ἢ οὔ; εἰ μὲν οὖν νομοθέτης ἐστὶν, δίκαιος τυγχάνει, δίκαιος δὲ ὤν ἀγαθὸς οὐκ ἔστιν. εἰ δὲ οὐκ ἔστιν, ἕτερον ἐκήρυσσεν ὁ Ἰησοῦς τῷ λέγειν·
夜明けに、ペトロが論じ合うために出て行くと、シモンが先んじてこう言った。「私は昨日立ち去るにあたって、今日また戻って来て論じ合い、世界を造った者が至高の神ではなく、別の方こそがそうであり、その方はただ独り善き者であって、今にいたるまで知られていないということを示すと、お前に約束した。それでは早速尋ねるが、お前は造り主がすなわち立法者でもあると言うのか、それとも言わないのか。もし立法者であるならば、それは正しい者ということになる。そして正しい者であるならば、善き者ではない。もしそうでないならば、イエスはこう言うことで、別の方を宣べ伝えていたことになる。」
Homiliae 18.1.2
μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς. οὐ συμφωνεῖ δὲ τῷ νομοθέτῃ δικαίῳ ὄντι καὶ ἀγαθῷ. καὶ ὁ Πέτρος ἔφη·
「『私を善き者と呼ぶな。善き者はただ一人、天にいます父であるから。』これは、正しい者であり善き者でもある立法者とは一致しない。」するとペトロは言った。
Homiliae 18.1.3
πρῶτον ἡμῖν εἰπέ, ἐπὶ ποίαις πράξεσιν δοκεῖ σοι ὁ ἀγαθὸς εἶναι, ἐπὶ ποίαις δὲ καὶ ὁ δίκαιος, ἵνα οὕτως κατὰ σκοποῦ τοὺς λόγους πέμπωμεν. καὶ ὁ Σίμων· σὺ πρῶτον εἰπὲ, τί σοι δοκεῖ τὸ ἀγαθὸν, ἢ καὶ τὸ δίκαιον.
「まず我々に言え。どのようなふるまいによって善き者があると、お前には思われるのか。またどのようなふるまいによって正しい者があるのか。それによって、我々は論を的にかなうように進めよう。」シモンは言った。「お前がまず言え、善とは、また正義とは何であると、お前には思われるのか。」