作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIV, Caput VII 第XIV講話 第VII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 14.7.1

1

Κἀγὼ ἀπεκρινάμην· πῶς γινώσκεις ὅτι ἡ φυγοῦσα ἐν ἀλλοδαπῇ γενομένη τὸν δοῦλον ἔγημεν, καὶ γήμασα ἐτελεύτησεν; καὶ ὁ γέρων·

「そこで私はこう答えた。『逃げた女が異国の地で奴隷と結婚し、結婚した後に死んだということを、お前はどうして知っているのか。』すると老人は言った。」

Homiliae 14.7.2

2

ἀσφαλῶς οἶδα τἀληθῆ, οὐχ ὅτι ἔγημεν , ὁπότε οὐδ’ ὅτι ἤρα ἐγίνωσκον, ἀλλὰ μετὰ τὴν αὐτῆς ἀπαλλαγὴν ὁ ἀδελφὸς ὁ τοῦ ἀνδρὸς αὐτῆς ἐμοὶ διηγήσατο πάντα τὰ κατὰ τὸν αὐτῆς ἔρωτα, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ ὁ ἀδελφὸς, οὐκ ἐβουλήθη μιᾶναι κοίτην, καὶ πῶς βουλομένη καὶ αἰδουμένη αὐτὸν καὶ τὸν ψόγον ἡ κλαινα (οὐκ ἔστιν γὰρ αὐτὴν μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα ποιεῖν καὶ πάσχειν ἠναγκάζετο) ὄνειρον εἴτε ἀληθῆ εἴτε ψευδῆ ἐπλάσατο οὐκ ἔχω λέγειν·

「『私は真実を確かに知っている。彼女が結婚したということではない――彼女が恋していたということさえ私は知らなかったのだから――そうではなく、彼女がいなくなった後、その夫の兄弟が、彼女の恋のことをすべて私に語ってくれたのだ。彼は――兄弟であるだけに――慎み深く、床を汚すことを望まなかった。そして、望みながらも彼に対して羞じらい、また非難を恐れて、あの哀れな女が――彼女を責めることはできない、生まれによってそうすることも、そう被ることも強いられていたのだから――夢を、真実であれ偽りであれ作り上げたのかどうか、私には言えない。』」

Homiliae 14.7.3

3

ἔλεγεν γὰρ αὐτὴν εἰρηκέναι, ὡς ὅτι ἐν ὁράματι ἐπιστάς τις ἐκέλευσέν μοι ἅμα τέκνοις ἐξαυτῆς τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. ὁ δὲ ἀνὴρ σώζεσθαι αὐτὴν σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα αὐτοὺς παιδευθησομένους εἰς τὰς Ἀθήνας ἐξέπεμψεν σὺν τῇ μητρὶ καὶ δούλοις, τρίτον δὲ νεώτερον υἱὸν ἔχων ἔσχεν παρ᾽ αὑτῷ, ὡς δὴ τοῦ χρηματίσαντος κατ᾽ ὄναρ συνεῖναι αὐτὸν αὐτῷ ἐπιτρέψαντος. πολλοῦ δὲ χρόνου διελθόντος οὐκ ἔλαβεν γράμματα παρ᾽ αὐτῆς. αὐτὸς πολλάκις πέμψας εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτερον ὄντα, ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμον προθύμως, μεμνημένος ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν, ὑπὲρ αὐτοῦ με τοὺς φίλους ἀγαπῶν καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς καὶ οὕτως εἰς τὰ ἐνταῦθα τῆς Συρίας μέρη ἐγενόμεθα, εἰς Σελεύκειαν παρεβάλομεν, καὶ οὕτως ἐκβάντων ἡμῶν τοῦ πλοίου μετ᾽ οὐ πολλὰς ἡμέρας ἀθυμῶν ἐτελεύτησεν. ἐγὼ δὲ ἐνταῦθα ἐλθών, ἑαυτὸν ἀποδοὺς τὰς διὰ τῶν χειρῶν ἔκτοτε μέχρι τοῦ δεῦρο πορίζω τροφάς.

「『というのは、彼女がこう言ったと、その兄弟は語っていたからだ。すなわち、幻の中で誰かが現れ、子供たちとともに直ちにローマの都を出るよう私に命じた、と。夫は、彼女を息子たちとともに救おうと急ぎ、彼らを教育のためすぐにアテナイへ、母や奴隷たちとともに送り出した。そして三男である一番若い息子は、夢で告げた者が自分のもとに留めることを許したものとして、手元に残した。長い時が経っても、彼は彼女から手紙を受け取らなかった。彼自身、何度もアテナイに人を遣わしたが、ついに、すべての者の中で最も彼に忠実な私を伴って、探索に出かけたのだ。私は旅の間、彼のためにあらゆる労苦を進んで共にした。かつての彼の幸福な日々に、その全てに与る者として私を扱ってくれたことを覚えていたからであり、彼のために、彼を愛する友人たちを大切にしたからである。こうして我々は船出し、このようにしてシリアのこの地方に至り、セレウケイアに着いた。そして我々が船を下りて幾日もたたぬうちに、彼は気力を失って世を去った。私はここに来てから、自分の身を委ね、それ以来今日に至るまで、手の労働によって糧を得ているのである。』」