Homiliae 18.21.1
Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὁ Σίμων ἐπὶ τοῖς ῥηθεῖσιν περὶ τῶν γραφῶν προσποιησάμενος ἐκπεπλῆχθαι, ὡς πτοηθεὶς ἔφη·
ペトロがこう言うと、シモンは、聖書について語られたことに驚いたふりをして、恐れをなしたかのように言った。
Homiliae 18.21.2
ἀπείη μοι καὶ τοῖς ἐμὲ φιλοῦσιν, τῶν σῶν ἐπακούειν λόγων. καὶ μέχρι μὲν ὅτε οὐκ ᾔδειν σε ταῦτα περὶ τῶν γραφῶν φρονοῦντα, ἠνειχόμην καὶ διελεγόμην, νῦν δὲ ἀφίσταμαι. ἔδει μέντοι τὴν ἀρχὴν ὑποχωρῆσαί με, ὅτι ἤκουσά σου λέγοντος·
「私にも、私を愛する者たちにも、お前の言葉に耳を傾けることなど、無縁であってほしい。お前が聖書についてこのように考えているとは知らなかった間は、我慢して論じ合っていたが、今は離れよう。実のところ、私は最初から身を引くべきだったのだ、お前がこう言うのを聞いたときに。」
Homiliae 18.21.3
ἐγὼ κατὰ τοῦ κτίσαντος τὸν κόσμον οὐδὲν οὐδενὶ πιστεύω λέγοντι, οὔτε ἀγγέλοις, οὔτε προφήταις, οὐ γραφαῖς, οὐχ ἱερεῦσιν, οὐ διδασκάλοις, οὐκ ἄλλῳ οὐδενὶ, κἄν σημεῖά τις καὶ τέρατα ποιῇ, κἄν ἐν ἀέρι ἐπιφανῶς ἀστράπτῃ, ἢ δι᾽ ὁραμάτων ἢ δι᾽ ἐνυπνίων ἀποκαλύπτῃ. τίς οὖν σε μεταπεῖσαι δύναται, εἴτε καλῶς εἴτε κακῶς, ἕτερόν τι φρονεῖν παρὰ τὰ δόξαντά σοι, ἰσχυρῶς οὕτως καὶ ἀκινήτως τῇ σεαυτοῦ γνώσει ἐνδιαμένοντα.
「『私は、世界を創った者に逆らって語る者は誰であれ、いっさい信じない——天使であれ、預言者であれ、聖書であれ、祭司であれ、教師であれ、そのほかの誰であれ、たとえ徴や不思議を行おうとも、たとえ天に目に見えて稲妻を放とうとも、たとえ幻視や夢によって啓示しようとも』と。それでは、いったい誰が、良くも悪くも、お前を説き伏せて、お前の思うところとは別のことを考えさせることができようか、お前がそのように強固に、また揺るぎなく、自分自身の知識にとどまり続けているというのに。」