Homiliae 13.11.1
Ἡ δὲ μήτηρ ὑμῶν ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, κἄν μίαν πρὸ τοῦ βαπτίσματος νηστευσάτω ἡμέραν. ἡ δὲ ὤμνυεν·
「しかし、諸君の母は、洗礼について信仰の心をすでに持っているのだから、せめて洗礼の前に一日だけ断食させよう。」すると母は誓って言った。
Homiliae 13.11.2
δύο τῶν διελθουσῶν ἡμερῶν, τῇ γυναικὶ τὰ κατὰ τὸν ἀναγνωρισμὸν διηγουμένη, ὑπὸ τῆς πολλῆς χαρᾶς τροφῆς μεταλαβεῖν οὐκ ἠδυνήθην, ἢ ἐχθὲς μόνον βραχέος ὕδατος. ἐμαρτύρησέ τε τῷ ὅρκῳ ἡ γυνὴ Πέτρου λέγουσα·
「この二日間、あの女に親子の再会のことを語り聞かせながら、あまりの喜びのために、食事を取ることができませんでした。昨日ただわずかな水を口にしただけです。」するとペトロの妻がその誓いを証言して言った。
Homiliae 13.11.3
ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας, μᾶλλον δὲ τοῦ λοιποῦ Φαυστῖνος, ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν βαπτισθῆναι. καὶ ὁ Πέτρος γελάσας ἀπεκρίνατο· ἀλλ᾽ οὐκ ἔστι τοῦτο νηστεία βαπτίσματος, ἥ μὴ δἰ αὐτὸ γέγονεν. καὶ ὁ Φαυστῖνος ἀπεκρίνατο·
「本当に何も口にしませんでした。」するとアクィラス、いやむしろ今はファウスティヌスと呼ぶべき者が言った。「それでは、彼女が洗礼を受けることを妨げるものは何もありません。」ペトロは笑って答えた。「いや、それは洗礼のための断食とは言えない。洗礼のためになされたものではないのだから。」するとファウスティヌスは答えた。
Homiliae 13.11.4
ἴσως οὖν ὁ Θεὸς βουλόμενος ἡμῶν τὴν μητέρα μηδεμίαν ἡμέραν τῆς ἡμῶν ἐπιγνώσεως χωρίσαι τῆς τραπέζης, προῳκονόμησεν τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ, τὸ πρέπον τῆς ἀληθείας ποιήσασα, οὕτως καὶ νῦν ὁ Θεὸς ἴσως ᾠκονόμησεν πρὸ μιᾶς νηστεῦσαι αὐτὴν ἐν ἀγνοίᾳ ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵνα ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς σὺν ἡμῖν ἁλῶν μεταλαβεῖν δυνηθῇ.
「それならば、おそらく神は、我々の母が、我々を見分けたその日から一日も食卓を離れることのないようにと望まれて、あらかじめこの断食を取り計らわれたのでしょう。かつて彼女が、知らずして貞淑であったこと、すなわち真理にかなうことを行っていたのと同じように、今もまた神は、彼女が知らずして真の洗礼のために一日前から断食するよう、あらかじめ取り計らわれたのかもしれません。それは、我々を見分けたその最初の日から、我々と共に塩を分かち合うことができるようにするためです。」