Homiliae 16.19.1
Καὶ ὁ Σίμων ἔφη· ἤθελον εἰδέναι Πέτρε, εἰ ἀληθῶς πιστεύεις, ὅτι ἡ ἀνθρώπου μορφὴ πρὸς τὴν ἐκείνου μορφὴν διατετύπωται. καὶ ὁ Πέτρος ἀληθῶς, ὦ Σίμων, οὕτως ἔχειν πεπληροφόρημαι. καὶ ὁ Σίμων·
するとシモンは言った。「私は知りたい、ペトロよ。お前は本当に、人間の姿があの方の姿に似せて型取られていると信じているのか。」するとペトロは言った。「シモンよ、私はまことにそうであると確信している。」するとシモンは言った。
Homiliae 16.19.2
πῶς θάνατος τὸ σῶμα λύειν δύναται, σφραγίδι μεγίστῃ διατετυπωμένον; καὶ ὁ Πέτρος· Θεοῦ δικαίου ἐστὶν μορφή. ἐπὰν οὖν ἀδικεῖν ἄρξηται, ἡ ἐν αὐτῷ εἰδέα φεύγει, καὶ οὕτως τὸ σῶμα λύεται, ἵνα ἡ μορφὴ ἀφανὴς γένηται, ὅπως μὴ δικαίου Θεοῦ μορφὴν ἄδικον ἔχῃ σῶμα. ἡ μέντοι λύσις οὐ περὶ τὴν σφραγίδα γίνεται, ἀλλὰ περὶ τὸ σφραγισθὲν σῶμα. ἄνευ δὲ τοῦ σφραγίσαντος τὸ σφραγισθὲν οὐ λύεται. οὕτως ἄνευ κρίσεως οὐδὲ τὸ ἀποθανεῖν ἔξεστιν. καὶ ὁ Σίμων·
「では、これほど大いなる印章によって型を刻まれた身体を、死がどうして解くことができるのか。」するとペトロは言った。「それは正しい神の姿である。だから、不正を行い始めるとき、その者のうちにある型は逃げ去り、こうして身体は解かれる。姿が見えなくなるためであり、正しい神の姿を、不正な身体が持ち続けることのないようにするためである。もっとも、その解体は印章そのものにではなく、印を押された身体に起こるのだ。印を押した方によらなければ、印を押されたものは解かれない。こうして、裁きによらなければ、死ぬこともできないのである。」するとシモンは言った。
Homiliae 16.19.3
τίς οὖν ἀνάγκη ἦν, τὴν τοιούτου μορφὴν τῷ ἀπὸ γῆς ἐγερθέντι δοῦναι ἀνθρώπῳ; καὶ ὁ Πέτρος· διὰ τὴν τοῦ πεποιηκότος Θεοῦ φιλανθρωπίαν γέγονεν, ἐπεὶ γὰρ τῷ κατ᾽ οὐσίαν λόγῳ πάντα κρείττονα τυγχάνει τῆς ἀνθρώπου σαρκός, λέγω δὴ τὸν αἰθέρα, τὸν ἥλιον, τὴν σελήνην, τοὺς ἀστέρας, τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, ἑνὶ λόγῳ καὶ τὰ λοιπὰ πάντα, ἅ τινα εἰς ὑπηρεσίαν ἀνθρώπου γενόμενα καὶ κατ᾽ οὐσίαν κρείττονα ὄντα ἡδέως ὑπομένει δουλεύειν τῷ κατ᾽ οὐσίαν χείρονι, διὰ τὴν τοῦ κρείττονος μορφήν. ὡς γὰρ οἱ πήλινον ἀνδριάντα βασιλέως τιμῶντες τὴν τιμὴν ἀναφερομένην ἔχουσιν εἰς ἐκεῖνον, οὗπερ ὁ πηλὸς τὴν μορφὴν τυγχάνει ἔχων, οὕτως καὶ ἡ πᾶσα κτίσις τῷ ἀπὸ γῆς γενομένῳ ἀνθρώπῳ χαίρουσα δουλεύει, εἰς τὴν ἐκείνου ἀφορῶσα τιμήν.
「では、地から起こされた人間に、そのような姿を与える必要が、いったいどこにあったのか。」するとペトロは言った。「それは、我々を造られた神の人間愛のゆえに起こったのだ。というのも、実体の理においては、あらゆるものが人間の肉よりも優れているからである。すなわち、天空、太陽、月、星々、空気、水、火、要するにその他すべてのものだ。これらは人間に仕えるために生じたものでありながら、実体においては優れているにもかかわらず、より優れた者の姿のゆえに、実体において劣る者に喜んで仕え続けているのだ。ちょうど、王の泥の像を敬う者たちが、その敬意を、泥がその姿を持っているところの当の人物に帰しているのと同じように、あらゆる被造物も、地から生まれた人間に喜んで仕えているのであり、それはかの方への敬意を仰ぎ見てのことなのである。」