Homiliae 3.31.1
Καὶ ἀληθῶς ὑμῖν λέγομεν· ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῷ τῆς ἀπειθείας τόπῳ ἐνδιατελεῖν· πρῶτον μὲν, ὅτι τὸ εὔλογον ἀφ᾽ ἑαυτῶν οὐκ ἐνοήσατε· δεύτερον, ὅτι ἀκούσαντες τὰ καθ᾽ ἡμᾶς οὐκ ἤλθετε πρὸς ἡμᾶς·
「そして我々は諸君にまことに言う。裁きの日には、この不従順の地に留まり続けるよりも、ソドムとゴモラの地のほうが耐えやすいであろう。第一に、諸君は自分自身で理にかなったことを悟らなかったからであり、第二に、我々についてのことを聞きながら、我々のもとへ来なかったからである。」
Homiliae 3.31.2
τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. δι᾽ ὅ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ᾽ ὑμᾶς. δἰ οὖν ταύτην ἔχειν θέλετε, δεῖ ὑμᾶς προθύμως τὸ μὴ ἀδικεῖν ἀναδέξασθαι, καὶ τὸ ἀδικεῖσθαι γενναίως φέρειν, ὅπερ ἀνθρώπου φύσις οὐκ ἄν ὑποσταίη, ἐὰν μὴ πρότερον τοῦ ἐν ὑπεροχῇ συμφέροντος τὴν γνῶσιν λάβῃ, ὅπερ ἐστὶν τὸ εἰδέναι τοῦ πάντα ὑπερέχοντος τὴν δικαίαν φύσιν, ὅτι ἀδικουμένους ἐκδικῶν τιμωρεῖ, καὶ τοὺς εὐσεβοῦντας εἰς ἀεὶ εὐεργετεῖ.
「第三に、我々が来てもなお、諸君は従わなかったからである。それゆえ、我々は諸君を惜しんで、代価なしに我々の平和が諸君の上に来るようにと願っている。それゆえ、もし諸君がこの平和を得ることを望むならば、進んで不義を行わないことを引き受け、不義を受けることを気高く耐え忍ばなければならない。これは、人間の本性がまず、何にもまさる益についての知識を得るのでなければ、耐えることのできないものである。その知識とは、すべてに勝る方の正しい本性を知ることである。すなわち、その方が、不義を受ける者たちのために報復して罰を下し、敬虔な者たちには永遠に恵みを施す、ということを知ることである。」