Homiliae 2.22.1
Ὡς πρῶτος ὁ Ἀκύλας ἤρξατο λέγειν οὕτως. ἄκουσον, ὦ φίλτατε ἡμῖν ἀδελφέ, ὅπως ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἰδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, τίνα τέ ἐστιν ἃ πράττει, καὶ πῶς καὶ διὰ τί.
最初にアクィラスがこう語り始めた。「聞くがよい、我々の最愛の兄弟よ。お前がこの男についてのすべてを詳しく知ることができるように——彼が誰の子であり、何者であり、どこから来たのか、彼が何を行っており、いかにして、なぜ行っているのかを。」
Homiliae 2.22.2
Σίμων οὗτος πατρὸς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχήλ, Σαμαρεὺς τὸ γένος, ἀπὸ Γετθῶν κώμης, τῆς πόλεως ἀπεχούσης σχοίνους ἕξ. οὗτος ἐν Ἀλεξανδρείᾳ πάνυ ἐξασκήσας ἑαυτὸν καὶ μαγείᾳ πολὺ δυνηθεὶς καὶ φρενωθεὶς θέλει νομίζεσθαι ἀνωτάτη τις εἶναι δύναμις καὶ αὐτοῦ τοῦ τὸν κόσμον κτίσαντος Θεοῦ·
「このシモンは、父をアントニオス、母をラケルといい、生まれはサマリア人で、都から六スコイノス離れたゲッタ村の出身である。彼はアレクサンドリアで大いに己を鍛錬し、魔術において大いなる力を得て、思い上がり、世界を創造したその神をも超える、最高の力であると見なされることを望んでいる。」
Homiliae 2.22.3
ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνισσόμενος, ἑστῶτα προσαγορεύει. ταύτῃ δὲ τῇ προσηγορίᾳ κέχρηται, ὡς δὴ στησόμενος ἀεί, καὶ αἰτίαν φθορᾶς, ὥστε τὸ σῶμα πεσεῖν, οὐκ ἔχων. καὶ οὔτε Θεόν, τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον εἶναι λέγει, οὔτε νεκροὺς ἐγηγέρθαι πιστεύει. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεὶν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ ἡμῶν ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ. οὐ γὰρ ἂν ὑπὸ Θεοῦ κριθήσεσθαι πεπεισμένος, μέχρι αὐτοῦ τοῦ Θεοῦ ἀσεβεῖν ἐτόλμα. ὅθεν ἔνιοι μὴ εἰδότες, ὅτι προκαλύμματι τῇ θεοσεβείᾳ κεχρημένος ὑποσυλᾷ τὰ τῆς ἀληθείας, καὶ τὴν ὁπώσποτε ὑπ᾽ αὐτοῦ ἐλπίδα καὶ κρίσιν λεγομένην ἔσεσθαι, ὡς πιστῶς πιστεύοντες ἀπόλλυνται.
「時には、自分がキリストであることをほのめかしながら、『立つ者』と自称している。この呼び名を用いるのは、自分が常に立ち続ける者であり、肉体が朽ち果てるような滅びの原因を持たない、というつもりであるからだ。そして、世界を創造した神が最高の存在であるとも言わず、死者が甦ったとも信じていない。エルサレムを否定し、ゲリジム山をその代わりに立てる。まことの我々のキリストの代わりに、自分自身を宣言している。律法については、自分独自の先入見によって寓意的に解釈する。裁きがあるとは言うが、それを予期してはいない。もし神によって裁かれると信じているなら、その神自身に対してさえも不敬虔を働くようなことをあえてすることはなかったであろう。それゆえ、ある者たちは、彼が敬神という覆いを用いて真理のものを盗み取っていることを知らずに、彼が語る希望や、いつか行われるという裁きを、忠実に信じ込んで、滅びてしまうのである。」