作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia II, Caput XXXI 第II講話 第XXXI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 2.31.1

1

Ταῦτα του Νικήτου εἰπόντος, Ἀκύλας αὐτὸς πάλιν ἔφη· ἐβουλόμην παρά σου τοῦτο μόνον μαθεῖν, Σίμων, εἴτε ψυχὴ, εἴτε δαίμων ἐστὶν τὸ ὁρκιζόμενον, τί φοβούμενον οὐ παραπέμπεται τοὺς ὅρκους; καὶ ὁ Σίμων ἔφη·

ニケテスがこう言うと、アクィラス自身がまたこう言った。「シモンよ、私はお前からただこのことだけを知りたい。誓わされているものが魂であれダエモーンであれ、それは何を恐れて誓いを無視しないのか。」するとシモンは言った。

Homiliae 2.31.2

2

κόλασιν γὰρ παρακέσασα οἶδεν μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις γίνεται. εἰοῦν αἱ ψυχαὶ ἀθάνατοι γίνονται, καὶ κρίσις πάντως γίνεται. ὡς ἄν καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας καταδικασθῆναι παρακούσαντας φῇς, πῶς οὐ πεφόβησαι σὺ ἀναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων; τὸ γὰρ ἤδη σε μὴ παθεῖν ἐφ᾽ οἶς ἔδρασας, ἐπεὶ μήπω κρίσις ἐστίν, ἵνα σὺ μὲν δίκην δῷς περὶ ὧν ἠνάγκασας, τὸ δὲ ἀναγκασθὲν ὑπὸ συγγνώμην γένηται, ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ τούτων ἀκούσας ὠργίσθη, θάνατον ἡμῖν ἀπειλήσας, εἰ μὴ τὰ ὑπ᾽ αὐτοῦ πραττόμενα σιωπῶμεν.

「それは、もし従わなければ罰を受けることになると知っているからだ。」するとアクィラスは言った。「では、もし誓わされて魂が来るのであれば、裁きもまたあるということになる。それゆえ、魂が不死であるなら、裁きも必ず行われることになる。お前は、悪しき行いのために誓わされて、それに従わなかった者たちが処罰されると言うのだから、強いられた者たちが不服従のゆえに罰せられているというのに、強いているお前自身は、どうして恐れないのか。お前がこれまで自分の行ったことについて罰を受けていないのは、まだ裁きが行われていないからにすぎない。それは、お前が強いたことについて罰を受け、強いられた方は、悪しき行為よりも誓いを重んじたゆえに赦されるようになるためなのだ。」これを聞いて彼は怒り、我々に、彼の行っていることを黙っていなければ死をもって脅した。