作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XI, Caput VIII 第XI講話 第VIII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 11.8.1

1

Ἀλλὰ τὴν ἀρχὴν ἔδει ποιῆσαι ἡμᾶς μηδ᾽ ὅλως περὶ τοιούτων ἐνθυμεῖσθαι. ταῦτα λέγοντες ἀγνοεῖτε τί ἐστιν τὸ αὐτεξούσιον, καὶ πῶς δυνατόν ἐστιν ἀγαθοὺς τῷ ὄντι εἶναι. ὅτι ὁ ἰδίᾳ προαιρέσει ὤν ἀγαθὸς ὄντως ἀγαθός ἐστιν, ὁ δὲ ὑφ᾽ ἑτέρου ἀνάγκῃ ἀγαθὸς γενόμενος ὄντως οὐκ ἔστιν, ὅτι μὴ ἰδίᾳ προαιρέσει ἐστὶν ὅ ἐστιν. ἐπεὶ οὖν τὸ ἑκάστου ἐλεύθερον ἀποτελεῖ τὸ ὄντως ἀγαθόν, καὶ δεικνύει τὸ ὄντως κακόν, ἐν ἑκάστῳ γενέσθαι ἐχθρὸν ἢ φίλον διὰ τῶν ὑποθέσεων ὁ Θεὸς ἐμηχανήσατο. οὔ φησιν, ἀλλὰ πᾶν ὅ ἐνθυμούμεθα, αὐτὸς ἡμᾶς ποιεῖ νοεῖν. παύσασθε·

「しかし、と誰かは言う、『そもそも神は、我々がこのようなことについて全く考えることのないように、我々を造るべきであった』と。このように言う諸君は、自由な選びとは何であるか、そしてどうして実際に善き者であることが可能であるかを知らない。自らの選びによって善き者である者こそが、まことに善き者なのであり、他者によって強いられて善き者となった者は、まことにはそうではない。自らの選びによってそうなったのではないからである。それゆえ、各人の自由こそがまことの善きものを完成させ、まことの悪しきものをも露わにするのであるから、神は各人において敵となるか友となるかを、諸々の前提によって仕組んだのである。『そうではない』と誰かは言う、『我々が考えることはすべて、彼自身が我々に考えさせているのだ』と。やめよ。」

Homiliae 11.8.2

2

τί πλεῖον βλασφημεῖτε οἱ τοῦτο λέγοντες; εἰ γὰρ πᾶν ὅ τι ἐνθυμηθῶμεν, ἀπ᾽ αὐτοῦ ἐνεργούμεθα, αὐτὸν αἴτιον λέγετε πορνειῶν , ἀσελγειῶν, πλεονεξιῶν καὶ πάσης βλασφημίας. παύσασθε δυσφημοῦντες, οἱ εὐφημεῖν καὶ πᾶσαν τιμὴν αὐτῷ ἀπονέμειν ὀφείλοντες. καὶ μὴ λέγετε·

「これを言う諸君は、これ以上どうして冒涜するのか。もし我々が考えることすべてが、彼によって我々のうちに働かされているのであれば、諸君は彼を、淫行、放縦、貪欲、あらゆる冒涜の原因だと言っていることになる。悪しき言葉を語ることをやめよ、彼を讃え、あらゆる誉れを彼に帰すべき諸君なのだから。そして、こう言うな。」

Homiliae 11.8.3

3

οὐκ ἐπιδικάζεται ὁ θεὸς τιμῆς. εἰ γὰρ αὐτὸς οὐδενὸς ἐπιδικάζεται, ἀλλ᾽ οὖν γε ὑμᾶς ἐχρῆν εἰς τὸ δίκαιον ἀφορῶντας τὸν ἐν πᾶσιν ὑμᾶς εὐεργετήσαντα εὐχαρίστῳ ἀμείψασθαι φωνῇ.

「『神は誉れを求めない』と。たとえ彼自身が何も求めないとしても、諸君は正義に目を注ぎ、あらゆる点で諸君に恵みを施した方に、感謝の言葉をもって報いるべきであった。」