Homiliae 12.27.1
Κἀγὼ ἔφην· ἄρα γε καὶ ὁ Θεὸς μέλλων ποτὲ κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστιν; καὶ ὁ Πέτρος· τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, διὰ τοῦτο φιλάνθρωπός ἐστιν. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. κἀγὼ ἔφην·
私は言った。「それでは、あなたが我々に教えておられるように、いつか裁こうとされる神は、人を愛する方ではないということになりますか。」ペトロは言った。「お前は反対のことを言っている。神が裁かれるからこそ、それゆえに神は人を愛する方なのである。神は不正を受けた者たちを愛し憐れむがゆえに、不正を行った者たちを罰されるのだ。」私は言った。
Homiliae 12.27.2
οὐκ οὖν, εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας καθ᾽ ὅ ἀνθρώπους ἠδίκησαν τιμωρῶ, φιλάνθρωπός εἰμι; καὶ ὁ Πέτρος ἀπεκρίνατο·
「それでは、もし私もまた、善き者には恩恵を施し、人に不正を行った者たちについては、その不正のゆえに罰するなら、私は人を愛する者ということになりませんか。」ペトロは答えた。
Homiliae 12.27.3
εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν εἶχες καὶ τοῦ κρίνειν ἐξουσίαν, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τὸ εἰληφέναι τὴν ἐξουσίαν, καταδικάζων οὕς ὁ Θεὸς ἐδημιούργησε, διὰ δὲ τὴν πρόγνωσιν, ἀπταίστως ἐν τῷ κρίνειν οὕς μὲν ὡς δικαίους δικαιῶν, οὕς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην·
「もしお前が、先を知る力を持つと同時に、裁く権能をも持っているならば、それを正しく行うことになるだろう。権能を得ているがゆえに、神が造られた者たちを断罪することができ、また先を知る力のゆえに、裁くにあたって誤ることなく、ある者たちを正しい者として義とし、また別の者たちを不正な者として断罪することができるからである。」私は言った。
Homiliae 12.27.4
ὀρθῶς ἔφης καὶ ἀληθῶς, ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα ὀρθῶς κρίναι. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοί, ἀθέμιτα κρύφα διαπρασσόμενοι, ἔνιοι δὲ ἀγαθοὶ ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ᾽ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως τὸ πάντως δικαίως αὐτῷ δικάσαι ἐγίνετο. ἔνιοι γὰρ φονεῖς ὄντες τὰς βασάνους ὑπομείναντες ὡς ἀθῷοι ἀπελύθησαν, ἑτέροι δὲ ἀθῷοι ὄντες τὰς βασάνους μὴ ὑπομείναντες, ἑαυτῶν καταψευσάμενοι, ὡς αἴτιοι ἐκολάσθησαν.
「まことに正しく仰せです。先を知る力を持たない者が正しく裁くことは不可能だからです。実際、ある者たちは善良に見えながら、密かに許されざることを行っている場合があり、また別のある者たちは善良でありながら、敵の中傷によって悪しき者と見なされることがあります。そして、たとえ拷問し尋問する権能を持って裁く者であっても、それによって必ず正しく裁いたことになるわけではありません。実際、人殺しである者が拷問に耐え抜いて無実の者として釈放され、逆に無実である者が拷問に耐えられず、自らに偽りの罪を負わせて、罪ある者として罰せられることがあるからです。」