Homiliae 3.35.1
Πόσα δὲ καὶ ἄλλα ἄγνωστα τυγχάνει, στοχασμὸν ἀνθρώπων ἐκπεφευγότα! τῶν δὲ ἐν καταλήψει ὄντων τίς ἀνθρώπων ἕνα ὅρον οἶδεν λέγω δέ, πῶς οὐρανὸς εἱλεῖται, πῶς ἄστρα φέρεται, καὶ τίνας ἔχουσιν τὰς μορφὰς καὶ τοῦ ζῆν τὴν σύστασιν, τίνες τε οἱ τούτων ἀερώδεις τρίβοι, πόθεν τε καὶ τὰ ἀνέμων πνεύματα περιωθεῖται, καὶ διαφόρους ἔχει τὰς ἐνεργείας, πόθεν ἀνελλιπῶς βρύουσιν αἱ πηγαί, καὶ ἀέναοι ποταμοὶ γινόμενοι εἰς θάλασσαν καταντῶσιν, καὶ οὔτε ὅθεν ἔρχονται κενοῦται, οὔτε ὅπου ἀπέρχονται πληροῦσιν·
「そして、人間の推測を超えた、知られざる他の事柄がいかに多くあることか。理解しうる事柄についてさえ、誰がそのひとつの限界を知っているだろうか。私が言うのは、天がどのように回転するか、星々がどのように運ばれるか、それらがどのような形と存立の仕組みを持つか、それらの大気の中の道はどのようなものか、風の息吹はどこから吹き寄せて、いかに異なる働きをするか、泉はどこから絶えることなく湧き出るか、そして絶え間なく流れる川がどのように海に至りながら、その源が涸れることもなく、その行き着く先が満ちることもないのか、といったことである。」
Homiliae 3.35.2
μέχρι ποῦ τοῦ ἀπεράντου ταρτάρου τὸ ἄπειρον βάθος· ἐπὶ τίνι ἄρα ἐπεωρεῖται ὁ πάντα περιέχων οὐρανός· πῶς νέφη ἐξ ἀέρος βρύει, καὶ εἰς ἀέρα συμπίνεται· τίς φύσις βροντῶν καὶ ἀστραπῶν, χιόνων, χαλάζης, ὁμίχλης, κρυστάλλων, καταιγίδων, ὄμβρων, νεφῶν αἰωρουμένων·
「果てしないタルタロスの底知れぬ深さはどこまで及ぶのか。あらゆるものを包み込む天は、いったい何の上に支えられているのか。雲はどのようにして大気から湧き出て、大気の中へと再び吸い込まれるのか。雷と稲妻、雪、雹、霧、氷、暴風、雨、漂う雲——それらの本性は何であるのか。」
Homiliae 3.35.3
καὶ πῶς φυτά, ζῶα πλάσσει· καὶ ταῦτα διαφοραῖς ἀναριθμήτοις πάσῃ ἀκριβείᾳ συνεχῶς ἀποτελούμενα.
「そして、どのようにして植物や生き物を形づくるのか。しかもそれらは数え切れぬほどの相違をもって、絶えず、寸分違わぬ正確さをもって成し遂げられているのである。」