作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XV, Caput VII 第XV講話 第VII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 15.7.1

1

Καὶ ὁ Πέτρος· οὔκουν οὕς ἀδικεῖσθαι ἔλεγες, αὐτοὶ παρορισταὶ τυγχάνουσιν, καθὰ ἐν ἑτέρου εἰσὶν βασιλείᾳ, καὶ τοσοῦτον πλεονέκται εἰσὶν, ὅσον κεκτημένοι ὦσιν; οἱ ἀδικεῖν νομιζόμενοι τοσαῦτα ἑκάστῳ τῷ ἐξ ἐναντίας ὄντι χαρίζονται, ὅσα ἂν αὐτοῖς ἔχειν συγχωρῶσιν. αὐτῶν γάρ ἐστιν ταῦτα τῶν τὰ παρόντα ἑλομένων καὶ εἰς τοσοῦτον φιλάνθρωποί εἰσιν, ὡς τὸ ζῆν αὐτοῖς συγχωρεῖν. καὶ τὸ μὲν παράδειγμα οὕτως ἔχει·

するとペトロは言った。「では、お前が先ほど不正を被っていると言った者たちこそ、実は自分たちで境界を越えて入り込んだ者にすぎず、他人の王国のうちにいる限り、持っているものだけ強欲な者ということになりはしないか。不正を働いていると見なされている者たちは、それぞれ、敵方の者に対して、彼らが持つことを許すだけのものを与えているのだ。というのも、これらのものは、現在のものを選んだ者たちに属するものであり、彼らは彼らに生きることを許すほどにまで人間愛があるのだから。譬えはこのようなものである。」

Homiliae 15.7.2

2

ἄκουε δὴ αὐτὸ τὸ πρᾶγμα. ὁ τῆς ἀληθείας προφήτης παρὼν ἐδίδαξεν ἡμᾶς, ὅτι ὁ τῶν ὅλων δημιουργὸς καὶ Θεὸς δυσίν τισιν ἀπένειμεν βασιλείας δύο, ἀγαθῷ τε καὶ πονηρῷ, δοὺς τῷ μὲν κακῷ τοῦ παρόντος κόσμου μετὰ νόμου τὴν βασιλείαν, ὥστ᾽ ἄν ἔχειν ἐξουσίαν κολάζειν τοὺς ἀδικοῦντας τῷ δὲ ἀγαθῷ τὸν ἐσόμενον ἀΐδιον αἰῶνα. ἕκαστον δὲ τῶν ἀνθρώπων ἐλεύθερον ἐποίησεν ἔχειν τὴν ἐξουσίαν ἑαυτὸν ἀπονέμειν ᾧ βούλεται, ἢ τῷ παρόντι κακῷ, ἢ τῷ μέλλοντι ἀγαθῷ. ὧν οἱ ἑλόμενοι τὰ παρόντα ἐξουσίαν ἔχουσιν πλουτεῖν, τρυφᾶν, ἥδεσθαι, καὶ πᾶν ὅ τι ἄν δύνωνται. τῶν γὰρ ἐσομένων ἀγαθῶν οὐδὲν ἕξουσιν. οἱ δὲ τὰ τῆς μελλούσης βασιλείας κρίναντες λαβεῖν τῶν ἐνταῦθα ὡς ἀλλοτρίου βασιλέως ἴδια ὄντα αὐτοῖς νομίζεσθαι οὐκ ἔξεστιν, ἢ ὕδατος μόνου καὶ ἄρτου καὶ τούτων μεθ᾽ ἱδρώτων ποριζομένων πρὸς τὸ ζῆν (ἐπειδὴ ἑκοντὶ ἀποθανεῖν οὐκ ἔξεστιν), ἔτι δὲ καὶ περιβολαίου ἑνός, γυμνὸν γὰρ ἐστάναι οὐκ ἐφίεται, ἕνεκεν τοῦ παντὸς ὁρῶντος οὐρανοῦ.

「事の次第そのものを聞くがよい。真理の預言者は、我々の間におられたとき、こう教えられた。すなわち、万物の造り主にして神である方は、善き者と悪しき者という二人にそれぞれ二つの王国を分け与え、悪しき者には、法とともに現在のこの世の王国を与えて、不正を行う者を罰する権能を持たせ、善き者には、来るべき永遠の世を与えられた。そして人間おのおのを自由な者とし、自分自身を、望むところに――現在の悪しき者にか、来るべき善き者にか――委ねる権能を持たせられた。現在のものを選んだ者たちは、富み、贅沢し、快楽にふけり、できることを何でもする権能を持つが、来るべき善きものは何一つ持つことがない。他方、来るべき王国のものを受けることを選んだ者たちは、ここにあるものを、他人の王の所有物であるかのように自分のものと見なすことは許されない。ただ水とパンのみ、それも汗して得たものだけを生きるために許され(というのも、自ら進んで死ぬことは許されないから)、さらに一枚の外套も許される。すべてを見る天のゆえに、裸で立つことは許されないからである。」