Homiliae 5.2.1
Ἐχθὲς ἐντεῦθεν ἀπαλλαγείς, ὦ φίλοι, ὁμολογῶ ὅτι πάνυ φροντίζων ὑπὲρ τῆς πρὸς Ἀππίωνα μελλούσης ἔσεσθαι ζητήσεως ὕπνου τυχεῖν οὐκ ἐδυνάμην. ἀγρυπνοῦντος δέ μου εἰσέδραμεν τὰ ἐν Ῥώμῃ πρὸς αὐτόν μοι μεμηχανημένα. ἦν δὲ τοιαῦτα. ἐκ παιδὸς ἐγὼ Κλήμης ἀληθείας ἐρῶν, καὶ ζητῶν τὰ ψυχῇ διαφέροντα, καὶ εἰς ἀνασκευὰς καὶ κατασκευὰς δαπανῶν τοὺς χρόνους, καὶ μηθὲν τέλειον εὑρεῖν δύναμενος, ὑπὸ τῆς ἀνοίας ἐξώκειλα εἰς νόσον. καὶ δὴ ἐμοῦ κατακειμένου ὁ Ἀππίων ἐπιδημεῖ τῇ Ρώμῃ, πατρικὸς ὤν μοι φίλος, καὶ ἐπιξενοῦται ἐμοί, καὶ κλινήρη μαθὼν πρὸς ἐμὲ εἰσέρχεται, ὡς ἰατρικῆς οὐκ ἀμύητος, καὶ πυνθάνεται τῆς κατακλίσεως τὴν αἰτίαν. ἐγὼ δὲ τὸν ἄνδρα οὐκ ἀγνοῶν πάνυ Ἰουδαίους δι᾽ ἀπεχθείας ἔχοντα, ὡς καὶ πολλὰ βιβλία κατ᾽ αὐτῶν ἀναγεγραφέναι·
「昨日ここを立ち去ってから、友よ、告白しよう。私はアッピオンとの間に行われるはずの論争のことをひどく思い煩って、眠りにつくことができなかった。眠れずにいるうちに、かつてローマで彼に対して私が仕組んだことが心に浮かんできた。それはこのようなことであった。子供のころから私クレメンスは真理を愛し、魂にかかわることを探し求め、論破と論証とに時を費やし、何一つ完全なものを見出すことができずにいたので、その無知のゆえに病に陥ってしまった。そして私が床に就いていたとき、アッピオンがローマに滞在していた——彼は私の父の代からの友人であり、私のもとに客として身を寄せていたのだが——私が床に就いていると知って私のもとにやって来た。医術にも通じていなかったわけではなかったからである。そして彼は、私が床に就いている理由を尋ねた。私はこの男が、ユダヤ人に対してひどく敵意を抱いており、彼らに反対する書物を数多く著してさえいたことをよく知っていた。」
Homiliae 5.2.2
καὶ αὐτὸν Σίμωνα νῦν οὐ διὰ φιλομάθειαν αὐτὴν εἰς φιλίαν προσιέμενον· ἀλλ᾽ ἐπειδὴ Σαμαρέα αὐτὸν οἶδεν μισοϊουδαῖόν τε ὄντα καὶ κατὰ Ἰουδαίων προεληλυθότα, διὰ τοῦτο αὐτὸν προσοικειώσατο, ἵνα δύναιτο κατὰ Ἰουδαίων τι παρ᾽ αὐτοῦ μανθάνειν.
「そして、まさにそのシモンその人を、今、学びを愛する心からではなく友情に迎え入れているのだと。むしろ、彼がサマリア人であってユダヤ人を憎み、ユダヤ人に対して事を進めてきた者であると知っていたからこそ、そのために彼を親しく迎え入れたのだ——ユダヤ人に対する何かを彼から学び取ることができるように、と。」