作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia V, Caput XVII 第V講話 第XVII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 5.17.1

1

Λόγισαι γάρ μοι, πόσας ἠμείψαντο ἐρωμένας, ὧν τὰς μὲν κατηστέρισαν, τινῶν δὲ καὶ τέκνα καὶ συνεργοὺς εὐηργέτησαν. αὐτίκα γοῦν Ζεὺς κατηστέρισεν Καλλιστώ, τὴν λεγομένην ἄρκτον μικράν, ἣν καὶ κυνὸς οὐρὰν προσαγορεύεσίν τινες.

「『考えてもみるがよい——彼らがどれほど多くの恋人たちに報いてきたことか。ある者たちは星座とし、ある者たちについては、その子らや協力者たちにも恩恵を施してきた。事実、ゼウスはカリストを星座とした——いわゆる小熊、ある者たちが犬の尾とも呼ぶものである。』」

Homiliae 5.17.2

2

Ποσειδῶν Δελφῖνα διὰ τὴν Ἀμφιτρίτην ἐνέταξεν τῷ οὐρανῷ. καὶ Ὠρίωνα, τὸν Εὐρυάλης τῆς Μίνω , δι᾽ Εὐρυάλην τὴν μητέρα τῶν ἄστρων κατηξίωσεν. Διόνυσος τὸν Ἀριάδνης στέφανον.

「『ポセイドンは、アンピトリテのゆえに、イルカを天に配した。またオリオンを——ミノスの娘エウリュアレの子——その母エウリュアレのゆえに、星々に列する栄誉に価すると認めた。ディオニュソスは、アリアドネの冠を〔星座とした〕。』」

Homiliae 5.17.3

3

Ζεὺς τὸν ἀετὸν συνεργήσαντα ἐπὶ τῇ Γανυμήδους ἁρπαγῇ, καὶ αὐτὸν τὸν Γανυμήδην ἐν Ὑδροχόου τιμῇ ἔταξεν· καὶ ταῦρον δι᾽ Εὐρώπην ἐτίμησεν. ἀλλὰ καὶ Κάστορα καὶ Πολυδεύκην καὶ Ἑλένην Λήδᾳ χαριζόμενος ἐποίησεν ἀστέρας· καὶ Περσέα διὰ Δανάην καὶ Ἀρκάδα διὰ Καλλιστώ· παρθένον τὴν καὶ Δίκην διὰ Θέμιν· Ἡρακλέα διὰ Ἀλκμήνην. καὶ ἐκέτι μηκύνω πλέον· μακρὸν δὲ τὸ κατ᾽ εἶδος λέγειν, ὅσους ἄλλους διὰ πολλὰς ἐρωμένας εὐεργετήκασιν οἱ θεοὶ ταῖς πρὸς ἀνθρώπους κοινωνίαις, ἃς οἱ ἀνόητοι ὡς κακὰς πράξεις ἀπαγορεύουσιν, οὐκ εἰδότες ὅτι ἡδονή ἐστιν ἡ μεγάλη ἐν ἀνθρώποις ἀπόλαυσις.

「『ゼウスは、ガニュメデスの略奪に力を貸した鷲を、そしてガニュメデス自身をも水瓶座の栄誉に配した。牡牛もエウロペのゆえに讃えた。またカストルとポリュデウケスとヘレネをも、レダに報いて星とした。ペルセウスをダナエのゆえに、アルカスをカリストのゆえに。テミスのゆえに、ディケという名の乙女をも。ヘラクレスをアルクメネのゆえに。もはやこれ以上長々とは述べまい。神々が人間たちとの交わりによって、多くの恋人たちのために恩恵を施してきた者を、一つひとつ数え上げれば長くなるからである。愚かな者たちは、それを悪しき行いとして禁じているが、人間にとって快楽こそが大いなる享受であることを知らないのだ。』」