Homiliae 15.9.1
Ἀλλ’ ἔτι μὴν καὶ τοῦτόν μοι δίελθε τὸν λόγον. μέμνημαι τὸν Κλήμεντά εἰπόντα μοι, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη εἰς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος·
「だが、なおこの点についても私に説き明かしてほしい。私は、クレメンスが、我々が被る不正や苦しみは罪の赦しのために被るのだと言ったのを覚えている。」するとペトロは言った。
Homiliae 15.9.2
ὀρθῶς ἔχει καὶ οὕτως. ἡμεῖς γὰρ οἱ ἑλόμενοι τὰ ἐσόμενα, ἅ κεκτήμεθα πλείονα, εἴτε ἐσθῆτα εἴτε βρώματα εἴτε ποτὰ εἴτε ἄλλα τινά, ἁμαρτίας κεκτήμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν, ὡς μικρῷ τάχιον διεῖλον τὸν λόγον. πᾶσι τὰ κτήματα ἁμαρτήματα. ἡ τούτων ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη·
「それもそのとおりだ。というのも、我々、来るべきものを選んだ者たちは、衣服であれ食物であれ飲み物であれ他の何であれ、より多く所有しているものについては、罪を負っていることになるからだ。何も持つべきではないのに、というのは、少し前に私が事柄を分けて述べたとおりだ。すべての者にとって、所有物は罪過なのだ。これらのものの何らかの喪失は、罪の除去なのである。」父は言った。
Homiliae 15.9.3
ἀκολούθως ἔχει, καθὼς δύο διεῖλες ὅρους τῶν δύο βασιλέων, τὰ ἐφ᾽ ἑκάστῳ τῶν ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ὄντων αἱρεῖσθαι ὅ βούλεται. τί δὲ παντάπασιν εἰ δικαίως πάσχομεν; καὶ ὁ Πέτρος·
「筋が通っている。お前が二人の王の境界を二つに分けたとおり、それぞれの権能の下にある者たちのそれぞれが、望むものを選ぶことになる。だが、我々が受ける苦しみは、まったく正当に受けているのだろうか。」するとペトロは言った。
Homiliae 15.9.4
δικαιότατα. ἐπεὶ γὰρ ὁ τῶν σωζομένων ὅρος ἐστὶν, ὡς ἔφην, τὸ μηδενὶ μηδὲν ὑπάρχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα, καὶ τὰ ἄλλως ἁμαρτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης Θεοῦ φιλανθρωπίας ἐπάγεται τὰ πάθη τοῖς μὴ εἰλικρινῶς πολιτευομένοις, ἵνα διὰ τὸ τοσῶς φιλόθεον προσκαίροις τιμωρίαις ἀωνίων σωθῶσιν κολάσεων.
「この上なく正当だ。というのは、救われる者たちの境界とは、先に言ったとおり、誰も何も所有しないということだからだ。ところが多くの者が多くの所有物を持ち、それ以外にも罪過を持っている。それゆえ、神の並外れた人間愛から、清廉に生きていない者たちに苦しみが加えられるのだ。それは、これほど神を愛することのゆえに、一時の懲らしめによって永遠の罰から救われるためである。」