作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia IV, Caput XIX 第IV講話 第XIX章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 4.19.1

1

Διὸ χρὴ καὶ τοὺς νέους μὴ τοῖς διαφθείρουσιν ἀρκεῖσθαι μαθήμασιν, καὶ τοὺς ἐπὶ τῆς ἀκμῆς ὄντας ἐπιμελῶς ὑποστέλλεσθαι τῆς Ἑλλήνων ἐπακούειν μυθολογίας. πολὺ γὰρ ἀμαθίας χείρονά ἐστιν τὰ παρ᾽ αὐτοῖς μαθήματα, ὡς ἐκ τῶν κατ᾽ ἀγρὸν οἰκούντων, διὰ τὸ μὴ παιδευθῆναι τὰ παρ᾽ Ἕλλησιν ἔλαττον ἁμαρτανόντων, ἀπεδείξαμεν. φευκτέον δὴ τοὺς τοιούτους μύθους αὐτῶν καὶ τὰ θέατρα καὶ τὰ βιβλία·

「それゆえ、若者たちも人を堕落させる教えに満足してはならず、盛りの年頃にある者たちも、ギリシア人の神話に耳を傾けることを注意深く控えるべきである。彼らのもとにある教えは、無学よりもはるかに悪いものであることを、我々は、田舎に住む者たちがギリシア人のもとで教育を受けなかったために、かえって罪を犯すことが少ないという事実から示した。それゆえ、彼らのそのような神話も、劇場も、書物も、避けるべきである。」

Homiliae 4.19.2

2

εἴθε δυνατὸν ἦν, καὶ τὰς πόλεις. κακῶν γὰρ μαθημάτων γέμοντες καὶ πνέοντες τοῖς συναμιλλωμένοις ὥσπερ λύσσαν τοῖς πλησίον μεταδιδοῦσιν ὧν πεπόνθασιν αὐτοί. τὸ δὲ χαλεπώτατον, ὅστις παρ᾽ αὐτοῖς πλεῖον πεπαίδευται, πολλῷ τοῦ κατὰ φύσιν οὗτος φρονεῖν ἐκτέτραπται.

「できることなら、町そのものも避けるべきであろう。彼らは悪しき教えに満ち、それを吐き出しながら、競い合う相手に対して、あたかも狂犬病のように、自分自身が受けた病を隣人にも分け与えてしまう。そして何より苛烈なことは、彼らのもとでより多く教育を受けた者ほど、本性にかなった考え方から大きく逸れてしまうということである。」