作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIII, Caput VI 第XIII講話 第VI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 13.6.1

1

Τῆς μητρὸς ταῦτα λεγούσης, κατὰ τὴν Πέτρου παραίνεσιν, ἀκούοντες οὐκέτι στέγειν ἐδύναντο οἱ παῖδες, ἀλλ᾽ ἐγερθέντες περιεπλέκοντο αὐτῇ, πολλὰ δακρύοντες καὶ καταφιλοῦντες. ἡ δὲ ἔφη·

母がこう語っているのを、ペトロの勧めに従って聞いていた息子たちは、もはや堪えることができず、立ち上がって母に抱きつき、しきりに涙を流しながら口づけした。母は言った。

Homiliae 13.6.2

2

τί θέλει τοῦτο εἶναι; καὶ ὁ Πέτρος ἀπεκρίνατο παράστησον, ὦ γύναι, γενναίως τὸν νοῦν σου, ὅπως τῶν σῶν ἀπολαύσῃς τέκνων. οὗτοι γάρ εἰσιν Φαυστῖνος καὶ Φαυστινιανὸς, οἱ υἱοί σου, οὓς ἐν βυθῷ τεθνάναι ἔλεγες. πῶς δὲ ζῶσιν, ἐπί σου θανόντες ἐν τῇ χαλεπωτάτῃ ἐκείνῃ νυκτὶ, καὶ πῶς νῦν ὁ μὲν αὐτῶν Νικήτης λέγεται, ὁ δὲ Ἀκύλας, αὐτοί σοι εἰπεῖν δυνήσονται, σύν σοι γὰρ ἡμεῖς μαθεῖν ἔχομεν. ταῦτα τοῦ Πέτρου εἰπόντος, ἡ μήτηρ χαρεῖσα σφόδρα ὑπ᾽ ἐκλύσεως ὀλίγου διεφώνει. ὅτε δὲ αὐτὴν ἀνεκτησάμεθα, ἐκαθέσθη, καὶ ἑαυτῆς γενομένη ἔφη παρακαλῶ, τέκνα μου ποθεινά, εἴπατε ἡμῖν τὰ μετὰ τὴν χαλεπὴν ἐκείνην νύκτα συμβάντα ὑμῖν.

「これはいったいどうしたことでしょうか。」するとペトロは答えた。「女よ、しっかりと気を確かに持ちなさい。お前が自分の子供たちを喜び迎えることができるように。これこそ、お前の息子であるファウスティヌスとファウスティニアヌスなのだ。お前が海の底で死んだと言っていたあの子たちだ。彼らがどのようにして、お前の目の前であの恐ろしい夜に死んだはずでありながら生きているのか、そして今どうして一方はニケテス、他方はアクィラスと呼ばれているのか、それは彼ら自身がお前に語ることができるだろう。我々も、お前と一緒に聞いて知ることにしよう。」ペトロがこう言うと、母は大いに喜び、力が抜けて危うく息絶えるところだった。我々が彼女を介抱すると、彼女は座り、我に返って言った。「お願いです、私の慕わしい子供たちよ、あの恐ろしい夜のあとに身に起こったことを、我々に話しておくれ。」