Homiliae 10.8.1
Τοὺς γοῦν θεοὺς ὑμῶν τοὺς χρυσέους καὶ ἀργυρέους ἢ καὶ ἐξ ἄλλης τινὸς ὕλης γεγενημένους εἰς τὴν πρώτην αὐτῶν φύσιν ἀποκαταστήσατε, εἴς τε φιάλας λέγω καὶ λεκάνας καὶ τὰ λοιπὰ πάντα, ὅσα ὑμῖν πρὸς ὑπηρεσίαν χρήσιμα εἶναι δύναται·
「それゆえ、諸君の金や銀、あるいは他の何らかの材料から作られた神々を、その元の本性へと戻せ——すなわち、鉢や盆やその他、諸君の用に役立ちうるすべてのものへと、である。」
Homiliae 10.8.2
καὶ ταῦτα ὑμῖν ἀπαρχῆς δοθέντα ἀγαθὰ ἀποκατασταθῆναι δυνηθήσεται. ἀλλ᾽ ἴσως ἐρεῖτε οὐκ ἐῶσιν ἡμᾶς τοῦτο ποιῆσαι οἱ τῶν ἐφεστώτων νόμοι. καλῶς, ὅτι νόμοι, καὶ οὐκ αὐτῶν τῶν εἰκαίων σεβασμάτων ἡ μὴ οὖσα δύναμις. πῶς οὖν αὐτοὺς θεοὺς νενομίκατε, ὑπ᾽ ἀνθρωπίνων νόμων ἐκδικουμένους, ὑπὸ κυνῶν φρουρουμένους, ὑπ᾽ ὄχλων φυλασσομένους; καὶ ταῦτα ἐὰν χρύσεα ἢ ἀργύρεα ἢ χάλκεα·
「そうすれば、初めから諸君に与えられていた善きものへと戻すことができるであろう。しかし諸君はおそらくこう言うだろう、『それをすることを我々の上に立つ者たちの法が許さない』と。結構である、それは法によるのであって、あの空しい崇敬の対象自体の、存在しない力によるのではない。それならば、どうして諸君は、人間の法によって守られ、犬によって見張られ、群衆によって番をされている者どもを、神々と見なしているのか。しかも、それが金であれ銀であれ青銅であれ、である。」
Homiliae 10.8.3
τὰ γὰρ λίθινα ἢ ὀστράκινα ὑπὸ τῆς ἀτιμίας φυλάσσεται, ὅτι οὐδεὶς ἀνθρώπων λίθινον ἢ ὀστράκινον ὀρέγεται κλέψαι θεόν. ὥστε μεγάλῳ κινδύνῳ ὑπόκεινται οἱ ἐκ πολυτελεστέρας ὕλης γεγενημένοι ὑμῶν θεοί. πῶς δὴ καὶ θεοί εἰσιν, κλεπτόμενοι, χωνευόμενοι, σταθμιζόμενοι, φρουρούμενοι;
「石や陶土でできたものは、その卑しさによって守られている。石や陶土の神を盗もうとする人間などいないからである。それゆえ、より高価な材料からできた諸君の神々は、大きな危険にさらされている。盗まれ、鋳つぶされ、目方にかけられ、見張られている者どもが、どうして神でありえようか。」