作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia III, Caput XXX 第III講話 第XXX章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 3.30.1

1

Στὰς οὖν, καὶ ἰδὼν μετὰ πολλῆς ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα, τοῦ λέγειν ἤρξατο οὕτως·

こうして彼は立ち止まり、すべての民が深い静けさのうちに自分を見つめ、魔術師シモンが真ん中に立っているのを見て、次のように語り始めた。

Homiliae 3.30.2

2

εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμοις ἔχουσιν δεξιὰς διδόναι τῇ τοῦ Θεοῦ ἀληθείᾳ, ἥν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμᾶς, τοῦ ἐν ὑπεροχῇ συμφέροντος ἀψευδὴς ὑπάρχων προφήτης, ταύτην ἡμῖν ἐνετείλατο προφάσει προσηγορίας πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη, εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε ἡμεῖς ἀποτιναξάμενοι εἰς μαρτυρίαν τῶν ποδῶν ἡμῶν τὸν ἐκ τῶν ὁδῶν κονιορτόν, ὅν διὰ τοὺς καμάτους βαστάξαντες ἠνέγκαμεν πρὸς ὑμᾶς ὅπως σωθῆτε, εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις.

「神の真理に右手を差し出す用意のある諸君すべてに、平和のあらんことを。我々を遣わした方——何にもまさる益についての偽りなき預言者であられる方——は、今の世にあってその大いなる、比べるものなき賜物であるこの平和を、教えの言葉に先立って、挨拶の口実のもとに諸君に告げるようにと我々に命じられた。それは、もし諸君のうちに平和の子がいるならば、我々の教えによって平和がその者を捉えるためであり、もし諸君のうち誰かがこれを受け取ろうとしないならば、そのときは我々が、証しとして、諸君を救うために骨折って持ち運んできた道の埃を我々の足から払い落とし、他の家々、町々へと去って行くためである。」