Homiliae 15.1.1
Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς ἡμῶν καὶ τῶν τριῶν υἱῶν εἰσελθὼν, ἔνθα ὁ Πέτρος ἦν, προσαγορεύσας ἐκαθέσθη, ἔπειτα καὶ ἡμεῖς, αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τῷ πατρὶ προσεμβλέψας ἔφη·
夜明けになると、父は我々の母および三人の息子たちとともに、ペトロのいる所へ入って来て、挨拶をして腰を下ろした。それから、彼の指図で我々も座った。するとペトロは父に目を留めてこう言った。
Homiliae 15.1.2
σπεύδω ὁμόφρονά σε γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς, κἀκεῖ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος συνόντα ἄλυπον ἔσεσθαι. ἢ γὰρ οὐ τὰ μεγιστά σε λυπεῖ καὶ αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατήρ·
「私は、お前が妻や子らと心を一つにするよう急いでいる。それは、ここでも彼らと生活を共にし、かの所でも、魂が身体から離れた後もなお共にいて、憂いなくあるためだ。実に、お前にとっても彼らにとっても、互いに共にいないことが最大の憂いではないか。」父は言った。
Homiliae 15.1.3
καὶ πάνυ γε. καὶ ὁ Πέτρος· εἰ οὖν ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως ὀφειλόμενον ὑμῖν μετ᾽ ἀλλήλων μὴ εἶναι, πόσῳ γε μᾶλλον οὐ λυπήσει, σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης λόγῳ σου τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις, ῥητοῦ δόγματος ἀποφάσει;
「まさにそのとおりだ。」するとペトロは言った。「もしここで互いに離れていることが憂いであるなら、死後には諸君が互いに共にいないことが必ず定まっているのだから、なおのこと憂いとならないだろうか。すなわち、お前は思慮ある人でありながら、自分の考えの道理のゆえに身内の者たちから離され、彼らはなおいっそう、お前が別のことを考えたまま、明白な教えの宣告によって永遠の罰が待っていると知って、苦しむことになるのではないか。」