Homiliae 1.15.1
Ἡμερῶν δὲ διατρίψας, καὶ τὸ χρέος οὐχ ὅλον λαβεῖν δυνηθείς, τάχους ἕνεκα ἀμελήσας τοῦ περιλειφθέντος, ὡς ἐμποδίου ὄντος, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα, καὶ δεκαπέντε ἡμερῶν εἰς Καισάρειαν κατήντησα τὴν Στράτωνος. ἐπίβαντος δέ μου τῆς γῆς καὶ ξενίαν θηρωμένου, ἔμαθον ὅτι Πέτρος τις λεγόμενος, τοῦ ἐν Ἰουδαίᾳ εἰσφανέντος ἀνδρὸς τοῦ σημεῖα καὶ τέρατα πεποιηκότος ὁ δοκιμώτατος ὑπάρχων μαθητής, αὔριον Σίμωνι τῷ ἀπὸ Γιτθῶν Σαμαρεῖ ζήτησιν ποιεῖται λόγων. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν καὶ ὁμῶς ἔμαθον καὶ τῷ πυλῶνι ἐπέστην. οἱ δ᾽ ἀντέβαλλον τίς τε ὥν καὶ πόθεν ἥκω. καὶ ἰδοὺ Βαρνάβας ἐκβὰς ἄμα τῷ ἰδεῖν περιεπλάκη μοι, πολὺ χαίρων καὶ δακρύων·
数日を過ごしたが、負債を全額受け取ることができなかったので、残りの分については、それが妨げになると考え、急ぐために構わないことにして、私自身もユダヤへと船出した。そして十五日でストラトンのカイサリアに着いた。陸に上がって宿を探していたとき、私はこう知った。すなわち、ペトロという名の、ユダヤに現れて徴と奇跡を行ったあの方のもっとも信頼された弟子である者が、明日、ギッタ出身のサマリア人シモンと言論の論争をするというのである。私はこれを聞いて、彼の宿がどこであるかを教えてほしいと頼んだ。そしてほどなく知ることができ、その門口に立った。すると人々は、私が何者であり、どこから来たのかを中へ取り次いだ。すると見よ、バルナバが出てきて、私を見るなり抱きついてきた。大いに喜び、涙を流しながら。
Homiliae 1.15.2
καὶ λαβόμενός μου τῆς χειρὸς εἰσέφερεν ἔνθα ἦν ὁ Πέτρος, λέγων μοι, οὗτός ἐστιν Πέτρος, ὅν μέγιστον ἐπὶ τῇ τοῦ Θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, ᾧ ἀπαύστως σε ἀντέβαλλον. ὡς εἴσιθι ἐκ ταυτομάτου, ὅτι τὰ κατά σε καλὰ ὄντα ἀψευδῶς ἀντέβαλλον, ἅμα καὶ τὴν προαίρεσιν ἐξέφηνα, ὡς αὐτὸν γλίχεσθαι καὶ ἰδεῖν σε. μέγα οὖν αὐτῷ δῶρόν σε διὰ τῶν ἐμῶν προσφέρω χειρῶν. καὶ τοῦτο εἰπών, προσενέγκας ἔφη, οὗτός ἐστι Κλήμης, Πέτρε.
彼は私の手を取って、ペトロのいる所へ連れて行き、私にこう言った。「これがペトロだ。私がお前に、神の知恵において最も偉大な方として約束していた、そして絶えずお前のことを引き合いに出していたその方だ。ひとりでに分かるであろう、私がお前についての善いことを偽りなく語っていたということが。同時に、彼がお前に会いたいと切望するほどに、私はお前の志も明らかにしておいた。それゆえ、私はお前を、この私の手を通して、彼への大いなる贈り物として捧げるのだ。」こう言って、私を差し出しながら彼は言った。「ペトロよ、これがクレメンスです。」