作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XVII, Caput VII 第XVII講話 第VII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 17.7.1

1

Εἰδὼς οὖν ἡμᾶς εἰδότας πάντα τὰ ὑπ᾽ αὐτοῦ ῥηθέντα καὶ τὰς ἀποδείξεις παρασχεῖν δυναμένους, εἰς τὰ ἀμαθῆ ἔθνη ἀποστέλλων ἡμᾶς, βαπτίζειν αὐτοὺς εἰς ἄφεσιν ἁμαρτιῶν, ἐνετείλατο ἡμῖν πρότερον διδάξαι αὐτούς· ἀφ᾽ ὧν ἐντολῶν αὕτη πρώτη καὶ μεγάλη τυγχάνει, τὸ φοβηθῆναι κύριον τὸν Θεὸν καὶ αὐτῷ μόνῳ λαρεύειν.

「それゆえ、我々が彼の語ったことすべてを知っており、その論証を差し出すことができると知っていたので、彼は我々を無学な諸国民のもとへ遣わすにあたり、彼らを罪の赦しのために洗礼するより前に、まず彼らに教えるようにと命じた。その命令のうち、第一にして最も大きなものは、主なる神を畏れ、ただ彼にのみ仕えるということである。」

Homiliae 17.7.2

2

Θεὸν δὲ φοβεῖσθαι ἐκεῖνον εἶπεν, οὗ οἱ ἄγγελοι οἱ τῶν ἐν ἡμῖν ἐλαχίστων πιστῶν ἐν τῷ οὐρανῷ ἑστήκασιν θεωροῦντες τὸ πρόσωπον τοῦ πατρὸς διαπαντός. μορφὴν γὰρ ἔχει, διὰ πρῶτον καὶ μόνον κάλλος· καὶ πάντα μέλη, οὐ διὰ χρῆσιν·

「そして彼は、畏れるべき神とは、我々のうちの最も小さき信徒たちの天使でさえ、天において立ち、絶えず父の顔を仰ぎ見ているところの、あの方であると言った。というのも、彼は形を持っているが、それは第一にして唯一の美しさのゆえであり、また彼はあらゆる肢体を持っているが、それは用いるためではない。」

Homiliae 17.7.3

3

οὐ γὰρ διὰ τοῦτο ὀφθαλμοὺς ἔχει, ἵνα ἐκεῖθεν βλέπῃ· πανταχόθεν γὰρ ὁρᾷ, τοῦ ἐν ἡμῖν βλεπτικοῦ πνεύματος ἀπαραβλήτως λαμπρότερος ὤν τὸ σῶμα, καὶ παντὸς φωτὸς στιλπνότερος, ὡς πρὸς σύγκρισιν αὐτοῦ τὸ ἡλίου φῶς λογισθῆναι σκότος. ἀλλ᾽ οὐδὲ διὰ τοῦτο ὦτα ἔχει, ἵνα ἀκούῃ, πανταχόθεν γὰρ ἀκούει, νοεῖ, κινεῖ, ἐνεργεῖ, ποιεῖ. τὴν δὲ καλλίστην μορφὴν ἔχει δἰ ἄνθρωπον, ἵνα οἱ καθαροὶ τῇ καρδίᾳ αὐτὸν ἰδεῖν δυνηθῶσιν, ἵνα χαρῶσιν δἰ ἅ τινα ταῦτα ὑπέμειναν. τῇ γὰρ αὐτοῦ μορφῇ ὡς ἐν μεγίστῃ σφραγίδι τὸν ἄνθρωπον διετυπώσατο, ὅπως ἁπάντων ἄρχῃ καὶ κυριεύῃ, καὶ πάντα αὐτῷ δουλεύῃ. διὸ κρίνας εἶναι τὸ πᾶν αὐτὸν, καὶ τὴν αὐτοῦ εἰκόνα τὸν ἄνθρωπον, αὐτὸς ἀόρατος, ἡ δὲ αὐτοῦ εἰκὼν ὁ ἄνθρωπος, ὁ αὐτὸν σέβειν θέλων τὴν ὁρατὴν αὐτοῦ τιμᾷ εἰκόνα, ὅπερ ἐστὶν ἄνθρωπος. ὅ τι ἂν οὖν τις ποιήσει ἀνθρώπῳ, εἴτε ἀγαθὸν εἴτε κακὸν, εἰς ἐκεῖνον ἀναφέρεται. διὸ καὶ ἡ ἐξ αὐτοῦ κρίσις πᾶσιν κατ᾽ ἀξίαν ἀπονέμουσα ἑκάστῳ προελεύσεται. τὴν γὰρ αὐτοῦ μορφὴν ἐκδικεῖ.

「というのも、彼が目を持っているのは、それによって見るためではない。彼はあらゆるところから見るのであり、我々のうちにある視覚の霊よりも肉体において比べようもなく輝かしく、あらゆる光よりも光り輝いており、彼に比べれば太陽の光さえ闇と見なされるほどである。また彼が耳を持っているのも、それによって聞くためではない。彼はあらゆるところから聞き、思念し、動かし、働き、なす。彼が人間のゆえに最も美しい形を持っているのは、心の清い者たちが彼を見ることができるようにするためであり、彼らがこれらのことのために耐え忍んだことによって喜ぶことができるようにするためである。というのも、彼は自分の形によって、あたかも最大の印章によるかのように人間を型どったのであり、それは人間があらゆるものを支配し治め、あらゆるものが人間に仕えるようにするためである。それゆえ、万物である自分自身と、自分の像である人間とを見定めたうえで——彼自身は目に見えないが、彼の像は人間である——彼を拝みたいと願う者は、その目に見える像、すなわち人間を敬うのである。それゆえ、人が人間に対して行うことは、善であれ悪であれ、彼へと帰せられる。それゆえ、彼から出る裁きは、各人に功に応じて分け与えつつ、すべての者に及ぶことになる。というのも、彼は自分の形のために報復するからである。」