Homiliae 13.3.1
Τούτων οὖν κεφαλαιωδῶς ῥηθέντων ὑπὸ Πέτρου, ὁ Νικήτης καὶ ὁ Ἀκύλας ἐκπλαγέντες ἔλεγον· ἆρά γε, δέσποτα καὶ κύριε τῶν ἀπάντων, τοῦτο ἀληθὲς ἢ ὄνειρός ἐστιν; καὶ ὁ Πέτρος ἔφη· εἰ μὴ κοιμώμεθα, ἀληθὲς τυγχάνει. οἱ δὲ βραχὺ μείναντες καὶ σύννοι γενόμενοι ἔφασαν·
ペトロがこれらのことを要点だけ語ると、ニケテスとアクィラスは驚いて言った。「万物の主宰者にして主よ、これは本当のことでしょうか、それとも夢でしょうか。」ペトロは言った。「我々が眠っているのでなければ、本当のことだ。」二人はしばらく黙って考え込んでから言った。
Homiliae 13.3.2
ἡμεῖς ἐσμεν Φαυστῖνος καὶ Φαυστινιανὸς, καὶ ἀπαρχῆς σου διαλεγομένου ἀλλήλοις ἐμβλέποντες πολλὰ περὶ ἑαυτῶν κατεστοχαζόμεθα, μὴ ἄρα οὐχ ἡμῖν διαφέρῃ τὰ λεγόμενα, λογιζόμενοι ὅτι πολλὰ παρόμοια γίνεται ἐν τῷ βίῳ·
「我々こそ、ファウスティヌスとファウスティニアヌスです。あなたが語り始めた最初から、我々は互いに顔を見合わせながら、これが我々自身のことではないかと、いろいろと推し量っておりました。ただ、人生には似たようなことが多く起こるものだと考えて、我々に関わることではないのかもしれないとも思っていたのです。」
Homiliae 13.3.3
διὸ ἐσιωπῶμεν παλλόμενοι τὰς καρδίας. πρὸς δὲ τὸ τέλος τοῦ λεγομένου ἀποβλέψαντες, ὅτι ἡμῖν διαφέρει τὰ λεγόμενα, τότε αὑτοὺς ὁμολογήσαμεν. καὶ τοῦτο εἰπόντες μετὰ δακρύων ἐπεισῆλθον τῇ μητρὶ, καὶ κοιμωμένην εὑρόντες ἤδη περιπλέκεσθαι ἐβούλοντο. ὁ δὲ Πέτρος ἐκώλυεν αὐτοὺς εἰπών·
「それゆえ、心臓を高鳴らせながら黙っておりました。しかし、語られたことの終わりに至って、これが我々に関わることだと悟り、その時ようやく自分たちの正体を明かしたのです。」こう言うと、二人は涙を流しながら母のもとへ入って行き、眠っているのを見つけて、すぐにも抱きつこうとした。だがペトロはこれを止めて言った。
Homiliae 13.3.4
ἐάσατέ με, προσαγάγω ὑμᾶς παραστῆσαι τῇ μητρί, μή πως ὑπὸ τῆς πολλῆς αἰφνιδίου χαρᾶς εἰς ἔκστασιν ἔλθοι φρενῶν, ἅτε δὴ κοιμωμένη καὶ τὸ πνεῦμα ὑπὸ τοῦ ὕπνου ἀπησχολημένον ἔχουσα.
「私に任せなさい。私が諸君を母のもとへ連れて行き、対面させよう。あまりに突然な大きな喜びのために、正気を失うことのないようにするためだ。彼女は今眠っていて、その霊が眠りにとらわれているのだから。」