作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XIII, Caput XV 第XIII講話 第XV章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 13.15.1

1

Ἡ σώφρων γυνὴ τὸ τοῦ Θεοῦ θέλημα ποιοῦσα τῆς αὐτοῦ πρώτης κτίσεως ἀγαθὴ ὑπόμνησις γίνεται. ὅτι εἷς ὤν ὁ Θεὸς ἑνὶ ἀνθρώπῳ μίαν ἔκτισε γυναῖκα. ἔτι δὲ μᾶλλον σώφρων μένει, ἐὰν τῆς κτίσεως μὴ λανθάνῃ, καὶ τὴν κόλασιν προβλέπῃ, καὶ τῶν αἰωνίων ἀγαθῶν τὴν ζημίαν μὴ ἀγνοῇ. ἡ σώφρων γυνὴ ἐπὶ τοῖς σώζεσθαι θέλουσιν ἡδομένη, παράδειγμα εὐσεβὲς τοῖς θεοσεβοῦσιν τυγχάνει·

「貞淑な女は、神の御心を行うことによって、神の最初の創造の善き想起となる。神は唯一であられ、一人の人間に一人の女を創造されたからである。彼女はさらにいっそう貞淑を保つ。もし創造の次第を見失わず、罰を予見し、永遠の善きものを失うことを知らずにいることがないならば。貞淑な女は、救われることを望む者たちを見て喜び、敬神の者たちにとって敬虔な模範となる。」

Homiliae 13.15.2

2

ἀγαθοῦ γὰρ βίου νόμος ἐστίν. ἡ σωφρονεῖν θέλουσα τὰς προφάσεις τῆς λοιδορίας ἐκκόπτει, ἐὰν δὲ μὴ παρέχουσα πρόφασιν λοιδορεῖται ὡς ὑπ᾽ ἐχθροῦ, ὑπὸ Θεοῦ εὐλογεῖται καὶ ἐκδικεῖται. ἡ σώφρων τὸν Θεὸν ποθεῖ, τὸν Θεὸν φιλεῖ, τὸν Θεὸν τέρπει, τὸν Θεὸν δοξάζει·

「彼女こそ善き生の法だからである。貞淑であろうと望む女は、そしりの口実を断つ。もし口実を与えていないのに、敵によるかのようにそしられるなら、神によって祝福され、弁護される。貞淑な女は神を慕い、神を愛し、神を喜ばせ、神をたたえる。」

Homiliae 13.15.3

3

ἀνθρώποις πρόφασιν πρὸς λοιδορίαν οὐ παρέχει. ἡ σώφρων γυνὴ τὴν ἐκκλησίαν ἀγαθῇ τιμῇ μυρίζει καὶ ἐπὶ σεμνότητι δοξάζει· ἔτι δὲ καὶ διδασκάλων ἔπαινός ἐστιν, καὶ συνεργὸς αὐτοῖς σωφρονοῦσι τυγχάνει.

「人々に、そしりの口実を与えることはない。貞淑な女は、教会を善き誉れによって香らせ、慎ましさのゆえに輝かせる。さらにまた、師たちの誉れともなり、貞淑を説くその師たちの協力者ともなる。」