作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VIII, Caput VI 第VIII講話 第VI章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 8.6.1

1

Τούτου γὰρ ἕνεκεν ἀπὸ μὲν Ἑβραίων τὸν Μωυσῆν διδάσκαλον εἰληφότων καλύπτεται ὁ Ἰησοῦς, ὑπὸ δὲ τῶν Ἰησοῦ πεπιστευκότων ὁ Μωυσῆς ἀποκρύπτεται. μιᾶς γὰρ δι᾽ ἀμφοτέρων διδασκαλίας οὕσης τὸν τούτων τινὰ πεπιστευκότα ὁ Θεὸς ἀποδέχεται. ἀλλὰ τὸ πιστεύειν διδασκάλῳ ἕνεκα τοῦ ποιεῖν τὰ ὑπὸ τοῦ Θεοῦ λεγόμενα γίνεται. ὅτι δὲ τοῦθ᾽ οὕτως ἔχει, αὐτὸς ὁ κύριος ἡμῶν λέγει· Ἐξομολογοῦμαί σοι, πάτερ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν πρεσβυτέρων, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν.

「それゆえ、モーセを教師として受け入れたヘブライ人たちにはイエスが覆い隠され、イエスを信じた者たちにはモーセが覆い隠される。両者を通した教えは一つであるから、このいずれかを信じた者を神は受け入れられるのである。しかし、教師を信じることは、神によって語られたことを行うためになされるのである。このことがそのとおりであることは、我々の主御自身が次のように言われるとおりである。『天と地の父よ、汝はこれらのことを知恵ある長老たちから隠し、乳飲み子たちに顕したもうたゆえに、汝に感謝する。』」

Homiliae 8.6.2

2

Οὕτως αὐτὸς ὁ Θεὸς τοῖς μὲν ἔκρυψεν διδάσκαλον, ὡς προεγνωκόσιν ἃ δεῖ πράττειν, τοῖς δὲ ἀπεκάλυψεν, ὡς ἀγνοοῦσιν ἃ χρὴ ποιεῖν.

「このように、神御自身は、なすべきことをあらかじめ知っていた者たちには教師を隠し、なすべきことを知らなかった者たちには顕されたのである。」