作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XI, Caput XIII 第XI講話 第XIII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 11.13.1

1

Ἄλλοι δὲ λέγουσιν· ἀσεβεῖν μέλλομεν, ἐὰν τὰ παραδο θέντα ἡμῖν ἐκ πατέρων σεβάσματα λείψωμεν·

「別の者たちはこう言う、『我々は、先祖から伝えられた崇拝の対象を捨てるならば、不敬虔を犯すことになる。』」

Homiliae 11.13.2

2

ὅμοιον γάρ ἐστιν τῷ παραθήκην φυλάξαι. οὐκοῦν τούτῳ τῷ λόγῳ κἄν λῃστοῦ τις ᾖ πατρὸς ἢ αἰσχροβίου, οὐκ ὀφείλει ὁ υἱὸς νήψας τὸ κρεῖττον ἑλέσθαι, ἵνα μὴ ἀσεβήσῃ; πῶς δὲ ἀνόητοι οἱ λέγοντες·

「『それは、預かり物を守ることに等しいというのである』と。それならば、この理屈でいくと、たとえ父親が盗賊であったり、恥ずべき生き方をしていたりしても、目覚めた息子は、不敬虔を犯さないために、より良いものを選び取るべきではないということになるのか。次のように言う者たちは、なんと愚かなことか——」

Homiliae 11.13.3

3

ταῦτα προσκυνοῦμεν, ἵνα μὴ αὐτῷ ὀχλῶμεν; ὡς ὀχλουμένου Θεοῦ ἐφ᾽ οἷς εὐφημεῖται, μὴ ὀχλουμένου δὲ ἐφ᾽ οἷς ἀχαριστούμενος βλασφημεῖται. διὰ τί οὖν, ὁπόταν ἐποχὴ ὑετοῦ γένηται, πρὸς οὐρανὸν τὰ πάντα ἀφορῶντες εὐχὰς καὶ λιτὰς ἀπονέμετε; καὶ ὅταν ἐπιτύχητε, τάχιον ἐπιλανθάνεσθε; ἀμήσαντες γὰρ ἢ τρυγήσαντες εὐθέως τοῖς μηδὲν οὖσιν εἰδώλοις τὰς ἀπαρχὰς ἀπονέμετε, τάχιον ἐπιλανθανόμενοι τοῦ εὐεργετήσαντος Θεοῦ. καὶ οὕτως εἰς ἀεί. καὶ εἰς τοὺς ναοὺς γενόμενοι θυσίας ἐπιτελοῦντες εὐωχεῖσθε. διὰ τοῦτο οἱ μὲν ὑμῶν λέγουσιν παρηγορίας καὶ τοῦ εὐωχεῖσθαι χάριν καλῶς ταῦτα ἐπινενόηται.

「『我々がこれらを礼拝するのは、彼を煩わせないためだ』と。あたかも、讃えられることで神が煩わされ、恩知らずにも冒涜されることでは煩わされないかのようである。それならば、なぜ雨が止んだときには、諸君はこぞって天を仰ぎ、祈りと嘆願を捧げるのか。そして、それが叶うと、すぐに忘れてしまうのはなぜか。刈り入れやぶどうの収穫をするや否や、諸君は何ものでもない偶像に初穂を捧げ、恵みを施した神のことをすぐに忘れる。そしてこのようなことがいつも続く。そして神殿に赴いて供犠を行い、宴を楽しむ。それゆえ、諸君のうちのある者たちは、これらのことは慰めと宴を楽しむために巧みに考案されたものだ、と言うのである。」