Homiliae 12.15.1
Καὶ ἡ γυνὴ τὸ ἀμφιβόλως ῥηθὲν μὴ συνεῖσα, ἐπὶ τῇ ὑποσχέσει ἡσθεῖσα, τοῦ λέγειν ἤρξατο οὕτως·
その女は、あいまいに言われたことの意味を理解せず、約束されたことを喜んで、次のように語り始めた。
Homiliae 12.15.2
γένος μὲν καὶ πατρίδα εἰπεῖν, οὐκ οἶμαι πεῖσαί ποτε δυνηθῆναί τινα. πλὴν καί σοι τί διαφέρει τοῦτο μαθεῖν, ἢ μόνον τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωμένη δήγμασιν τὰς ἐμὰς ἐνέκρωσα χεῖρας. πλὴν τὰ κατ᾽ ἐμαυτὴν, ὡς δυνατὸν ἀκοῦσαί σε, διηγήσομαι. ἐγὼ πάνυ εὐγενὴς ὑπάρχουσα δυνάστου τινὸς προσταγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ ὑπάρχοντι ἐγενόμην γυνή. καὶ μετὰ δίδυμα τέκνα ἔσχον ἕτερον υἱόν. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς μανεὶς οὐκ ἔλαττον ἠράσθη μου τῆς ταλαιπώρου, σφόδρα σωφρονεῖν ἀγαπώσης. καὶ βουλομένη μήτε τῷ ἐραστῇ συνθέσθαι, μήτε τῷ ἐμῷ ἀνδρὶ ἀναθέσθαι τὸν τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς ἐμὲ ἔρωτα, ἐλογισάμην, ἵνα μήτε μοιχησαμένη ἐμαυτὴν μιανῶ, μήτε τοῦ ἐμοῦ ἀνδρὸς τὴν κοίτην ὑβρίσω, μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν πολέμιον καταστήσω, μήτε ὅλον γένος μέγα ὄν εἰς ὀνειδισμὸν πᾶσιν ὑποβαλῶ·
「私の家柄と故郷を語ったところで、誰かを納得させることができるとは思いません。それに、あなたにとって、それを知ることに何の違いがありましょうか。ただ私が苦しみながら噛み傷でこの手を死なせてしまった理由だけを知れば十分でしょう。とはいえ、私自身の身の上を、あなたが聞くことができる限り語りましょう。私はたいそう高貴な生まれで、ある権力者の命により、自分と血縁関係にある男の妻となりました。そして双子の子を得たのち、もう一人の息子を得ました。ところが、私の夫の兄弟が狂気にとらわれ、ひたすら貞淑であることを愛していたこの不幸な私に、これ以上ないほど激しく恋い焦がれたのです。私はその恋する者に同意することも、また夫の兄弟が私に寄せる恋情を夫に打ち明けることも望まず、こう考えました。姦淫によって自分自身を汚すこともせず、夫の寝床を辱めることもせず、兄弟に兄弟を敵とさせることもせず、大きな一族全体を万人の非難にさらすこともしない、という道を。」
Homiliae 12.15.3
ὡς ἔφην, ἐλογισάμην τὴν πόλιν μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐκβῆναι ἐπὶ χρόνον τινά, ἕως ἂν καὶ ὁ μιαρὸς ἔρως παύσηται τοῦ ἐπὶ τῇ ἐμῇ ὕβρει κολακεύοντός με. τὸν μέντοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν κατέλιπον.
「先ほど申しましたとおり、私は、双子の子供たちと共にしばらくの間その町を離れることを考えました。私の辱めをもって媚びへつらってくるあの穢れた恋情がやむまでの間のことです。もう一人の息子は、父のもとに慰めとして残しておきました。」