作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XII, Caput III 第XII講話 第III章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 12.3.1

1

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἠναγκάσθησαν συνθέσθαι λέγοντες· οὐ πάνυ ἡμᾶς, κύριε, λυπεῖ τοῦτο πράττειν, διὰ τὸ ὑπὸ σοῦ κελεύεσθαι. πρῶτον μέν, ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὤν ὑπὸ τῆς τοῦ Θεοῦ προνοίας ἐξελέγης. πρὸς τούτοις δὲ ἐπὶ τὸ πολὺ ἡμερῶν δύο ἀνάγκῃ τοῦ προάγειν ἀπολιμπανόμεθά σου·

ペトロがこう言うと、彼らは仕方なく同意して言った。「主よ、あなたに命じられてこれを行うことは、我々にとってさほど悲しいことではありません。まず、あなたはすべてを正しく理解し勧告するにふさわしい方として、神の摂理によって選ばれた方だからです。そのうえ、先に進む必要のために、多くとも二日の間、あなたから離れることになります。」

Homiliae 12.3.2

2

καὶ αὗται μὲν πολλαὶ πρὸς τὸ μή σε τὸν κύριον ἡμῶν ὁρᾶν Πέτρον, πλὴν λογιζόμεθα, ὅτι πλεῖον λυπηθήσονται οἱ πολὺ μακρὰν προπεμπόμενοι, ὡς ἐπὶ πλεῖον ἀναμένειν σε κατὰ πόλιν κεκελευσμένοι, ἀνιώμενοι ἐν τῷ ἐπὶ πλεῖον ἐστερῆσθαι τὸ ὁρᾶν σου τὸ περιπόθητον πρόσωπον. καὶ ἡμεῖς οὐκ ἔλαττον ἐκείνων ἀθυμοῦντες ὡς κελεύεις διὰ τὸ συμφέρον ποιεῖν οὐκ ἀντιλέγομεν. ὁμῶς ταῦτα εἰπόντες προῆξαν, ἐντολὴν ἔχοντες, ἐν τῷ πρώτῳ πανδοχείῳ προσομιλῆσαι τῷ συνοδοιποροῦντι ὄχλῳ, ὅπως σποράδην ἀλλήλων γενόμενοι εἰς τὰς πόλεις εἰσέρχωνται.

「しかし、我々の主ペトロよ、あなたを見ずにいるとしては、この日数さえ多いのです。とはいえ我々は、我々よりもはるかに遠くへ先に遣わされ、町であなたを待つよう長く命じられている者たちの方が、あなたの慕わしい顔を見ることをより長く奪われて苦しみ、いっそう深く悲しむことになろうと考えます。我々も彼らに劣らず気を落としていますが、それが益となることゆえ、あなたの命じるとおりに行うことに逆らいはしません。」こう言って彼らは先に進んだが、最初の宿で同行の群衆に語りかけ、互いに散らばって町々に入るようにとの指示を携えていた。