作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia II, Caput XXXVI 第II講話 第XXXVI章

Anonymous · Homiliae · 4 sectiones

Homiliae 2.36.1

1

Ὁ δὲ ἰδών με ἀθυμοῦντα καὶ τὴν αἰτίαν πυθόμενος καὶ μαθὼν παρ᾽ ἐμοῦ οὐκ ἄλλοθέν ποθεν οὖσαν, ἢ ἀπὸ τῆς κατὰ τὴν ζήτησιν ἀναβολῆς, ἔφη·

彼は私が意気消沈しているのを見て、その理由を尋ね、それが論争の延期以外の何ものでもないことを私から知ると、こう言った。

Homiliae 2.36.2

2

ἀγαθῇ Θεοῦ προνοίᾳ προειληφὼς διοικεῖσθαι τὸν κόσμον, ὦ φίλε Κλήμης, αὐτὸς οὐκ ἄχθεται ἐπὶ τοῖς ὁπώσποτε ἀπαντῶσι πράγμασιν, ἀποδεδωκὼς ὅτι ὑπὸ τῆς τοῦ κρείττονος οἰκονομίας συμφερόντως τὰ πράγματα τὴν ἔκβασιν λαμβάνει·

「我が友クレメンスよ、世界が神の善き摂理によって統べられていることをあらかじめ理解している者は、いかなる事態が起ころうとも、それに苦しめられることはない。事態が、より優れた方の配剤によって、益となる仕方で結末を迎えると心得ているからだ。」

Homiliae 2.36.3

3

ὅθεν δίκαιον αὐτὸν εἶναι γνοὺς καὶ εὐσυνειδήτως βιούς, τὸ προςπίπτον λυπηρὸν οἶδεν ὀρθῷ τῷ λογισμῷ ἀποσείεσθαι τῆς ψυχῆς, ὅτι πρὸς ἀγαθοῦ τινος ἀγνώστου συντελούμενον ἐλθεῖν ἔχει. καὶ νῦν δὲ τοῦ μάγου Σίμωνος ἡ τῆς ζητήσεως ὑπέρθεσις μή σε λυπείτω·

「それゆえ、神が正しい方であると知り、良心にやましいところなく生きる者は、降りかかる悲しみを、正しい思案によって魂から払いのけることを知っている。それは、知られざる何らかの善きものへと成就しつつ至るものだからである。今、魔術師シモンによる論争の延期も、お前を悲しませてはならない。」

Homiliae 2.36.4

4

ἴσως γὰρ ἐκ τῆς τοῦ Θεοῦ προνοίας εἰς τὴν σὴν γέγονεν ὠφέλειαν. διὸ ὡς ἰδίῳ σοι ὄντι οὐκ ὀκνήσω λέγειν.

「おそらくそれは、神の摂理によって、お前の益となるために起こったのであろう。それゆえ、お前を身内の者と思い、私はためらわず語ろう。」