作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia IX, Caput XVI 第IX講話 第XVI章

Anonymous · Homiliae · 5 sectiones

Homiliae 9.16.1

1

Ὅτι δὲ πρὸς τὰς προλήψεις ἡ ἑκάστου ψυχὴ εἰδέας δαιμόνων ἀπεικονίζει, καὶ οὐχ οἱ λεγόμενοι θεοὶ ἐπιφαίνονται, σαφές ἐστιν ἐκ τοῦ Ἰουδαίοις μὴ ἐπιφαίνεσθαι. ἀλλ᾽ ἐρεῖ τις·

「各人の魂が、あらかじめ抱いた思い込みに応じてダエモーンどもの姿を描き出すのであって、いわゆる神々が現れているのではないということは、彼らがユダヤ人には現れないという事実から明らかである。しかし、ある人はこう言うだろう。」

Homiliae 9.16.2

2

πῶς οὖν χρηματίζουσιν τὰ μέλλοντα προσημαίνοντες; καὶ τοῦτο ψεῦδός ἐστιν. δεδόσθω δὲ ἀλήθεια εἶναι, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. οὐ γὰρ εἴ τι μαντεύεται, θεός ἐστιν. ὅτι καὶ πύθωνες μαντεύονται, ἀλλ᾽ ὑφ᾽ ἡμῶν ὡς δαίμονες ἐκριζούμενοι φυγαδεύονται. ἀλλ᾽ ἐρεῖ τις·

「『それでは、彼らが未来のことをあらかじめ示して神託を下すのはどうしてか』と。しかしこれもまた偽りである。だが、たとえそれが真であるとしても、それはいまだ神ではない。何かを予言するからといって、それが神であるとは限らないからである。実際、ピュトンの霊たちも予言をするが、我々によってダエモーンとして根こそぎにされ、追い払われるのである。しかし、ある人はまたこう言うだろう。」

Homiliae 9.16.3

3

ἐνίοις θεραπείας προστάσσουσιν. ψεῦδός ἐστιν· δεδόσθω δὲ οὕτως ἔχειν, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ ἰατροὶ ἰῶνται πολλοὺς, καὶ θεοὶ οὐκ εἰσίν. ἀλλά φησιν·

「『彼らはある者たちに治療法を命じる』と。それは偽りである。だが、たとえそのとおりであるとしても、それはいまだ神ではない。実に、医者たちも多くの者を癒すが、神ではない。しかし、彼はまたこう言う。」

Homiliae 9.16.4

4

ἰατροὶ οὐ πάντως ἰῶνται ἐκείνους, ὧν τὴν πρόνοιαν ποιοῦνται, οὗτοι δὲ καὶ χρηματίσαντες ἰῶνται. ἀλλ’ ἰσασιν οἱ δαίμονες τὰ ὄντως πρὸς ἕκαστον πάθος προσοικειρυμένα βοηθήματα·

「『医者たちは、自分が世話をする者たちを必ずしも癒すわけではないが、彼らは神託を下したのちに癒す』と。しかし、それはダエモーンどもが、それぞれの病に真にふさわしい治療法を知っているからにすぎない。」

Homiliae 9.16.5

5

διὸ ἰατροὶ ἐπιστήμονες ἰᾶσθαι δυνάμενοι, καὶ ταῦτα τὰ ὑπ᾽ ἀνθρώπων ἰαθῆναι δυνάμενα, ἀλλὰ καὶ μαντικὰ ὄντα καὶ εἰδότα πότε ἕκαστον ἐξ αὐτομάτου θεραπεύεται, τότε συντάσσουσιν τὰς θεραπείας, ἵνα ἑαυτοὺς ἐπιγράφωσιν.

「それゆえ、彼らは、人間によっても癒すことのできるほどの、熟達した医者たちが癒しうる病について、予知の力を持ち、それぞれの病がひとりでに癒える時を知っているので、まさにその時に治療を指示するのであり、それは自分たちの手柄として記録させるためなのである。」