Dialogus cum Tryphone Iudaeo 99.1
Καὶ εἰπὼν ταῦτα ἐπήνεγκα· Ὅλον οὖν τὸν ψαλμὸν οὕτως ἀποδείξω ὑμῖν εἰς τὸν Χριστὸν εἰρημένον, δι᾿ ὧν πάλιν αὐτὸν ἐξηγοῦμαι. Ὅ οὖν εὐθὺς λέγει· Ὁ θεός, ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; τοῦτο ἄνωθεν προεῖπεν ὅπερ ὑπὸ Χριστοῦ ἔμελλε λέγεσθαι. Σταυρωθεὶς γὰρ εἶπεν· Ὁ θεός, ὁ θεός, ἵνα τί ἐγκατέλιπές με;
そう言って、私はさらに続けた。詩篇の全体が、こうしてキリストについて語られたものであることを、諸君に示そう。私は再びこれを説き明かす。まず、詩篇が冒頭で言うところの「神よ、わが神よ、私に心を留めよ。何ゆえあなたは私を見捨てたのか」とは、キリストによって語られようとしていたことを、あらかじめ告げていたのである。実に、十字架にかけられたとき、彼はこう言った。「神よ、神よ、何ゆえあなたは私を見捨てたのか」と。
Dialogus cum Tryphone Iudaeo 99.2
Καὶ τὰ ἑξῆς· Μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου· ὁ θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιαν ἐμοί, ὥσπερ καὶ αὐτὰ ἃ ποιεῖν ἔμελλε, ἐλέλεκτο. Τῇ γὰρ ἡμέρᾳ, ᾗπερ ἔμελλε σταυροῦσθαι, τρεῖς τῶν μαθητῶν αὐτοῦ παραλαβὼν εἰς τὸ ὄρος τὸ λεγόμενον Ἐλαιών, παρακείμενον εὐθὺς τῷ ναῷ τῷ ἐν Ἱερουσαλήμ, ηὔχετο λέγων· Πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ. Καὶ μετὰ τοῦτο εὐχόμενος λέγει· Μὴ ὡς ἐγὼ βούλομαι, ἀλλ᾿ ὡς σὺ θέλεις· δηλῶν διὰ τούτων ὅτι ἀληθῶς παθητὸς ἄνθρωπος γεγένηται.
そして続く言葉、「わが救いより遠いのは、わが過ちの言葉である。わが神よ、私は昼にあなたに向かって叫ぶが、あなたは聞き入れず、夜にも叫ぶが、それは私の無知のゆえではない」も、彼が行おうとしていたまさにそのことについて語られていたのである。実に、十字架にかけられる予定のその日、彼は弟子たちのうち三人を連れて、エルサレムの神殿にほど近い、オリーブ山と呼ばれる山に登り、祈って言った。「父よ、できることなら、この杯を私から過ぎ去らせよ」。そしてその後、祈って言う。「私が望むようにではなく、あなたが望まれるとおりに」。これらのことによって、彼が真に苦しみを受けうる人となったことを示しているのである。
Dialogus cum Tryphone Iudaeo 99.3
Ἀλλ᾿ ἵνα μή τις λέγῃ· Ἠγνόει οὖν ὅτι μέλλει πάσχειν· ἐπάγει ἐν τῷ ψαλμῷ εὐθύς· Καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Ὅνπερ τρόπον οὐδὲ τῷ θεῷ εἰς ἄνοιαν ἦν τὸ ἐρωτᾶν τὸν Ἀδὰμ ποῦ ἐστιν, οὐδὲ τὸν Κάϊν ποῦ Ἄβελ, ἀλλ᾿ εἰς τὸ ἕκαστον ἐλέγξαι ὁποῖός ἐστι, καὶ εἰς ἡμᾶς τὴν γνῶσιν πάντων διὰ τοῦ ἀναγραφῆναι ἐλθεῖν, καὶ οὗτος ἐσήμαινεν οὐκ εἰς ἄνοιαν τὴν ἑαυτοῦ ἀλλὰ τῶν νομιζόντων μὴ εἶναι αὐτὸν Χριστόν, ἀλλ᾿ ἡγουμένων θανατώσειν αὐτὸν καὶ ὡς κοινὸν ἄνθρωπον ἐν ᾅδου μενεῖν.
しかし、誰かが「それでは彼は自分が苦しむことになるのを知らなかったのか」と言わないように、詩篇はすぐに続けて「それは私の無知のゆえではない」と付け加えている。それはちょうど、神がアダムに「お前はどこにいるのか」と問い、カインに「アベルはどこにいるのか」と問うたのが、神にとって無知のゆえではなく、それぞれが自分がどのような者であるかを明らかにするためであり、また、それが書き記されることによって、我々にすべての知識が伝わるためであったのと同じである。そしてこのことも、彼自身の無知を示しているのではなく、彼をキリストではないと思い込み、むしろ彼を死なせて、ただの人間として黄泉にとどまらせようと考えていた者たちの無知を示していたのである。