ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXVII 第CXVII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 5 sectiones

Dialogus cum Tryphone Iudaeo 117.1

1

Πάσας οὖν διὰ τοῦ ὀνόματος τούτου θυσίας, ἅς παρέδωκεν Ἰησοῦς ὁ Χριστὸς γίνεσθαι, τουτέστιν ἐπὶ τῇ εὐχαριστίᾳ τοῦ ἄρτου καὶ τοῦ ποτηρίου, τὰς ἐν παντὶ τόπῳ τῆς γῆς γινομένας ὑπὸ τῶν χριστιανῶν, προλαβὼν ὁ θεὸς μαρτυρεῖ εὐαρέστους ὑπάρχειν αὐτῷ· τὰς δὲ ὑφ᾿ ὑμῶν καὶ δι᾿ ἐκείνων ὑμῶν τῶν ἱερέων γινομένας ἀπαναίνεται, λέγων· Καὶ τὰς θυσίας ὑμῶν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῆς ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται, λέγει, ἐν τοῖς ἔθνεσιν, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.

「それゆえ、この名によるすべての供犠、すなわちイエス・キリストが行うようにと伝えた供犠——パンと杯のエウカリスティア(感謝)における供犠であり、地上のあらゆる場所でキリスト教徒たちによって行われているもの——について、神はあらかじめ、それがご自分に喜ばれるものであることを証しされている。だが、諸君によって、また諸君のあの祭司たちを通してなされる供犠については、神は拒まれる。こう言われているとおりである。『そして私は、汝らの供犠を汝らの手から受け入れない。日の出るところから日の入るところまで、私の名は諸国民のうちにあがめられているからだ、と主は言われる。しかし汝らはそれを汚している。』」

Dialogus cum Tryphone Iudaeo 117.2

2

Καὶ μέχρι νῦν φιλονεικοῦντες λέγετε ὅτι τὰς μὲν ἐν Ἱερουσαλὴμ ἐπὶ τῶν ἐκεῖ τότε οἰκούντων Ἰσραηλιτῶν καλουμένων θυσίας οὐ προσδέχεται ὁ θεός, τὰς δὲ διὰ τῶν ἐν τῇ διασπορᾷ τότε δὴ ὄντων ἀπὸ τοῦ γένους ἐκείνου ἀνθρώπων εὐχὰς προσίεσθαι αὐτὸν εἰρηκέναι, καὶ τὰς εὐχὰς αὐτῶν θυσίας καλεῖν. Ὅτι μὲν οὖν καὶ εὐχαὶ καὶ εὐχαριστίαι, ὑπὸ τῶν ἀξίων γινόμεναι, τέλειαι μόναι καὶ εὐάρεστοί εἰσι τῷ θεῷ θυσίαι, καὶ αὐτός φημι.

「そして今に至るまで、諸君は論争して、エルサレムで、当時そこに住んでいた、イスラエル人と呼ばれる者たちによる供犠は神が受け入れられなかったが、その当時、あの族から離散のうちにあった人々による祈りは、神が受け入れると言われたのであり、その祈りを供犠と呼んだのだ、と言っている。祈りと感謝とが、それにふさわしい者たちによってなされるとき、それのみが完全であり神に喜ばれる供犠であるということは、私自身も言うところである。」

Dialogus cum Tryphone Iudaeo 117.3

3

Ταῦτα γὰρ μόνα καὶ Χριστιανοὶ παρέλαβον ποιεῖν, καὶ ἐπ᾿ ἀναμνήσει δὲ τῆς τροφῆς αὐτῶν ξηρᾶς τε καὶ ὑγρᾶς, ἐν ᾗ καὶ τοῦ πάθους, ὃ πέπονθε δι᾿ αὐτοὺς ὁ υἱὸς τοῦ θεοῦ, μέμνηνται· οὗ τὸ ὄνομα βεβηλωθῆναι κατὰ πᾶσαν τὴν γῆν καὶ βλασφημεῖσθαι οἱ ἀρχιερεῖς τοῦ λαοῦ ὑμῶν καὶ διδάσκαλοι εἰργάσαντο, ἃ ῥυπαρὰ καὶ αὐτὰ ἐνδύματα, περιτεθέντα ὑφ᾿ ὑμῶν πᾶσι τοῖς ἀπὸ τοῦ ὀνόματος τοῦ Ἰησοῦ γενομένοις Χριστιανοῖς, δείξει αἰρόμενα ἀφ᾿ ἡμῶν ὁ θεός, ὅταν πάντας ἀναστήσῃ, καὶ τοὺς μὲν ἐν αἰωνίῳ καὶ ἀλύτῳ βασιλείᾳ ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀλύπους καταστήσῃ, τοὺς δὲ εἰς κόλασιν αἰώνιον πυρὸς παραπέμψῃ.

「実に、これのみをキリスト教徒たちも行うようにと受け継いだのであり、その乾いたものと湿ったものとからなる食事において、彼らのために神の子が受けた受難をも記念しているのである。この方の名が、地の全土にわたって汚され、冒瀆されるように仕向けたのは、諸君の民の大祭司たちと教師たちであり、この汚れた衣、それ自体もまた諸君によって、イエスの名からキリスト教徒となったすべての者に着せられたその衣を、神はやがてすべての者を甦らせるときに、我々から取り除かれるさまを示されるであろう。そして、ある者たちは永遠にして解かれることのない王国において、朽ちることなく、死ぬことなく、悲しみのない者としてお立てになり、他方の者たちを永遠の火の懲罰へと送られるであろう。」

Dialogus cum Tryphone Iudaeo 117.4

4

Ὅτι δὲ ἑαυτοὺς πλανᾶτε καὶ ὑμεῖς καὶ οἱ διδάσκαλοι ὑμῶν, ἐξηγούμενοι ὅτι περὶ τῶν ἀπὸ τοῦ γένους ὑμῶν ἐν τῇ διασπορᾷ ὄντων ἔλεγεν ὁ λόγος, ὅτι τὰς εὐχὰς αὐτῶν καὶ θυσίας καθαρὰς καὶ εὐαρέστους ἐν παντὶ τόπῳ γενομένας ἔλεγεν, ἐπίγνωτε ὅτι ψεύδεσθε καὶ ἑαυτοὺς κατὰ πάντα ἀπατᾶν πειρᾶσθε, ὅτι πρῶτον μὲν οὐδὲ νῦν ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν ἐστιν ὑμῶν τὸ γένος, ἀλλ᾿ ἔστι τὰ ἔθνη ἐν οἷς οὐδέπω οὐδεὶς ὑμῶν τοῦ γένους ᾤκησεν.

「だが、諸君も諸君の教師たちも、自らを欺いている。すなわち、その言葉は、離散のうちにあった諸君の族の者たちについて語られたものであり、彼らの祈りと供犠とがあらゆる場所で清く神に喜ばれるものとなったと言われたのだ、と解釈することによってである。諸君は自らが偽っており、あらゆる点で自分自身を欺こうとしていることを、知らねばならない。というのも、まず第一に、日の出るところから日の入るところまで、今もなお諸君の族が住んでいるわけではなく、諸君の族の誰ひとりまだ住んだことのない諸国民が存在するからである。」

Dialogus cum Tryphone Iudaeo 117.5

5

Οὐδὲ ἓν γὰρ ὅλως ἐστί τι γένος ἀνθρώπων, εἴτε βαρβάρων εἴτε Ἑλλήνων εἴτε ἁπλῶς ᾡτινιοῦν ὀνόματι προσαγορευομένων, ἢ ἁμαξοβίων ἢ ἀοίκων καλουμένων ἢ ἐν σκηναῖς κτηνοτρόφων οἰκούντων, ἐν οἷς μὴ διὰ τοῦ ὀνόματος τοῦ σταυρωθέντος Ἰησοῦ εὐχαὶ καὶ εὐχαριστίαι τῷ πατρὶ καὶ ποιητῇ τῶν ὅλων γίνωνται. Εἶτα δὲ ὅτι κατ᾿ ἐκεῖνο τοῦ καιροῦ, ὅτε ὁ προφήτης Μαλαχίας τοῦτο ἔλεγεν, οὐδέπω ἡ διασπορὰ ὑμῶν ἐν πάσῃ τῇ γῇ, ἐν ὅσῃ νῦν γεγόνατε, ἐγεγένητο, ὡς καὶ ἀπὸ τῶν γραφῶν ἀποδείκνυται.

「なぜなら、人間のいかなる族も、それがどのような名で呼ばれていようと、蛮族であれギリシア人であれ、あるいは荷車暮らしの者と呼ばれる者であれ、家を持たぬ者と呼ばれる者であれ、天幕に住む牧畜の民であれ、まったくひとつとして、十字架につけられたイエスの名によって、万物の父にして造り主に向かって祈りと感謝とが献げられていない族はないからである。さらにまた、預言者マラキがこのことを語ったその当時には、諸君の離散は、今、諸君がそうなっているような全地にわたっては、まだ起こっていなかった。それは聖書からも証明される。」